Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.519
Not analysed yet
γῆς. διὸ καί φησι «Τιτάνου λευκὰ κάρηνα». τίτανον δὲ κυρίως τὴν κονίαν φαμέν, τὸ ἰδιωτικῶς λεγόμενον ἄσβεστον, τὸ ἐν λίθοις κεκαυμένοις χνοῶδες λευκόν. ἐκλήθη δὲ οὕτως ἀπὸ τῶν μυθικῶν Τιτάνων, οὓς ὁ τοῦ μύθου Ζεὺς κεραυνοῖς βάλλων κατέφρυγε· δι' αὐτοὺς γὰρ καὶ τὸ ἐξ ἄγαν πολλῆς καύσεως καὶ ὡς οἷον εἰπεῖν τιτανώδους διαθρυφθὲν ἐν λίθοις λεπτὸν τίτανος ὠνομάσθη, οἷα ποινῆς τινος Τιτανικῆς γενομένης καὶ ἐν αὐτῷ. οἱ δὲ παλαιοί φασι· «τίτανος· κόνις, γύψος». Ἔχει δέ τι κάλλος ἀμυδρὸν τὸ «λευκὰ κάρηνα». εἰς ἣν γὰρ λέξιν κατέληξε τὸ λευκά, ἐκ τοιαύτης ἄρχεται τὸ κάρηνα. καὶ καλεῖται καὶ τοῦτο τὸ σχῆμα ἐπαναστροφή, ὅμοιον ὂν τῷ «ὄλισθε θέων» καὶ τοῖς ὁμοίοις. ἀνωτέρω δὲ καὶ ἄλλο σχῆμα ἦν περικαλλὲς τὸ «οἵ» τρισσάκις [γοργῶς] λεχθέν. ἔφη γάρ· «οἳ Ὀρμένιον εἶχον, οἵ τε Ὑπέρειαν, οἵ τε Ἀστέριον». τοῦτο δὲ ὀνομάζεται τοῖς ῥήτορσιν ἐπαναφορά. Τῷ δὲ γράψαντι τὴν τῶν Ἐθνικῶν ἐπιτομὴν δυσχερὲς προσέχειν, εἰπόντι χωρίον Σικυωνίας τὸ Τίτανον. οὐ γὰρ περὶ Σικυωνίας ἐνταῦθα τῷ ποιητῇ ὁ λόγος, ἀλλὰ περὶ Θετταλίας. εἰ μὴ ἄρα ἐρεῖ τις, ὅτι καὶ ἐν Σικυῶνι χωρίον ἦν ὁμώνυμον τῷ Θετταλικῷ. (v. 738—47) Ὅτι Πολυποίτης, υἱὸς Πειριθόου, ὃν ἔτεκε Ζεὺς ἐξ Ἱπποδαμείας, νῆας μὲν ἦγε τεσσαράκοντα, ἡγεμόνευε δὲ ἀνδρῶν, «οἳ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τε Ὀλοοσσόνα λευκήν», ἤτοι λευκόγειον, ὡς καὶ ἀνωτέρω ἔλεγε «Τιτάνου λευκὰ κάρηνα». εἶτα ὑπερβατῶς σχηματίζων φησίν· «οὐκ οἶος», ἤγουν οὐ μόνος ὁ Πολυποίτης ἦρχε τῶν ῥηθέντων, «ἅμα τῷ γε Λεοντεύς, ὄζος Ἄρηος, υἱὸς ὑπερθύμου Κορώνου Καινείδαο», ἤγουν ὃν ἔτεκεν ὁ Καινεύς. ἐφ' οἷς ὁ ποιητὴς παραπλέκων συνήθως ἱστορίαν μετὰ καὶ τῶν διηγηματικῶν περιστατικῶν, ἐν οἷς καὶ ὁ καιρός, λέγει, ὅτι τὸν Πολυποίτην «ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια ἤματι τῷ, ὅτε φῆρας ἐτίσατο λαχνήεντας, τοὺς δ' ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσε». τοὺς Κενταύρους δὲ φῆρας λέγει λαχνήεντας, φῆρας μὲν διὰ τὰ ἐν τῇ αʹ ῥαψῳδίᾳ λεχθέντα, λαχνήεντας δὲ ὡς τὴν τρίχα δασεῖς, ὅ ἐστι βαθύτριχας· λάχνη γὰρ ἡ τρίχωσις, ὡς ἡ ἐπὶ ἄρκτων καὶ ἀλωπέκων καὶ τῶν τοιούτων, [ἐν οἷς καὶ ἵπποι καὶ λέοντες, καὶ εἴ τις δέ που κατὰ τὸν Θερσίτην τετρίχωται], γινομένη παρὰ τὸ λαχαίνω, τὸ διαψαίρω καὶ διασκάπτω· εὕρηται δὲ καὶ ἐπὶ φυτῶν ἡ λάχνη. Ὅμηρος οὖν καὶ τὸν ὄροφον —λεπτὸς δέ ἐστι δόναξ ἤτοι καλαμίσκος, δι' οὗ τὰ δώματα ἐρέφονται—λαχνήεν-