Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.520
Not analysed yet
τα λέγει διὰ τὴν ἐν ἄκρῳ τριχοειδῆ δασύτητα. (v. 738) Ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν Ἄργισσαν εὕρηνται σπάνιά τινα τῶν ἀντιγράφων Ἄργειαν ἔχοντα προπαροξυτόνως διὰ διφθόγγου· πλεονάζει μέντοι ἡ διὰ τοῦ ι καὶ τῶν δύο σ γραφή. κεῖται δέ, φασίν, ἐπὶ τῷ Πηνειῷ, κτισθεῖσα ὑπὸ τῶν παίδων Λαρίσσης. κατὰ δὲ τὸν ἀναλεξάμενον τὰ Ἐθνικὰ καὶ Ἄργουρα ὕστερον ἐκλήθη. ἦν δέ, φησί, καὶ τόπος Εὐβοίας Ἄργουρα, ὅπου δοκεῖ τὸν Πανόπτην ὁ Ἑρμῆς φονεῦσαι. Ἄργισσα δὲ ὠνομάσθη ἢ ἀπὸ Ἀργείων ἢ διὰ τὸ προσκυρεῖν τοῖς πεδίοις τῆς Θεσσαλίας, ἣν Πελασγικὸν Ἄργος Ὅμηρος εἶπεν. ἐκαλοῦντο δέ, φασίν, οἱ ἐκεῖ καὶ Λεοντῖνοι ἀπὸ Λεοντέως. Γυρτώνη δὲ παρὰ μὲν τῷ ποιητῇ τρισυλλάβως, παρὰ δὲ τῷ Γεωγράφῳ εὕρηται δισυλλάβως, ἔνθα φησὶ τοὺς Περραιβοὺς κεῖσθαι μέχρι ἐκβολῆς Πηνειοῦ καὶ Γυρτῶνος, πόλεως Περραιβίδος. καὶ ὁ τῶν Ἐθνικῶν δὲ συναγωγεύς φησι· «Γυρτὼν πόλις Θεσσαλίας καὶ Περραιβίας ἀπὸ τοῦ κτίσαντος αὐτὴν Γύρτωνος, ὃς ἦν ἀδελφὸς Φλεγύου». ὅτι δὲ τοὺς Γυρτωνίους Φλεγύας πρότερον ἐκάλουν ἀπὸ τοῦ ῥηθέντος Φλεγύου, ἀδελφοῦ Ἰξίονος, ἱστορίαι δηλοῦσι συχναί. (v. 739) Ἡ δὲ Ὄρθη βαρύνεται ὡς ἡ ἅρπη κατὰ τοὺς παλαιοὺς πρὸς διαστολὴν τοῦ ἐπιθέτου. πόλις δέ, φασί, καὶ αὕτη Περραιβίας ἢ Θεσσαλίας, καλουμένη, φασί, καὶ Κορσέα, παρὰ τὴν κόρσην ἴσως ὡς οἷα κεφαλή τις. ἀκρόπολις γὰρ ἦν Φαλανναίων κατὰ τὸν Γεωγράφον. Περραιβικὴ δὲ πόλις ἡ Φάλαννος, φησί, πρὸς τῷ Πηνειῷ. Ἠλώνη δὲ τῷ μὲν τόνῳ ὡς κορώνη, καθά φασιν οἱ παλαιοί. ἐκτίσθη δὲ ὑπὸ Ἡρακλέος ἐπὶ τῷ θανάτῳ τῶν Κενταύρων· μετέβαλε δέ, φασί, τοὔνομα εἰς Λειμώνην διὰ τὸν ἐν αὐτῇ λειμῶνα. κατεσκάφη δὲ κειμένη ποτὲ ὑπὸ τῷ Ὀλύμπῳ οὐ πολὺ ἄποθεν τοῦ Εὐρώτου κατὰ τὸν Γεωγράφον, ὃν ὁ ποιητὴς Τιταρήσιον λέγει, περὶ οὗ μετ' ὀλίγα δηλωθήσεται. Περραιβικὴν δὲ πόλιν καὶ ταύτην ὁ τὰ Ἐθνικὰ γράψας φησίν. Ἡ δὲ Ὀλοοσσὼν ἡ καὶ Λευκή προσαγορευθεῖσα, ὡς πρὸ ὀλίγου εἴρηται, διὰ τὸ λευκάργιλος κατὰ τὸν Γεωγράφον εἶναι, Περραιβική, φησί, καὶ αὐτὴ ὡς καὶ ἡ Γόννος, ἧς καὶ Λυκόφρων μέμνηται, πρὸς τῷ Ὀλύμπῳ