Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.53
Not analysed yet
ἀπόλλουσιν. οὕτω δὲ καὶ φωσφόρος ὢν ὁ αὐτὸς ἥλιος ὅμως νυκτὶ ἐοικέναι μετ' ὀλίγα λεχθήσεται διὰ τὴν νοσερὰν ἢ νοτίαν τοῦ ἀέρος κατάστασιν. ὅτι δέ τινες ἐπελέγοντο τὰ φοβερὰ ἐπίθετα, δηλοῦσι καὶ οἱ ἐν ταῖς ἱστορίαις βασιλεῖς, ὁ Πολιορκητὴς καὶ ὁ Κεραυνός· καὶ ὁ Ἄρης δὲ ἀπὸ τοῦ βλάπτειν ὀνομασθῆναι δοκεῖ, ἐπεὶ καὶ βροτολοιγὸς ὁ αὐτός. τινὲς μέντοι ἐκ τοῦ ἀπολύειν παράγουσι τὸ Ἀπόλλων, ἵνα ᾖ μᾶλλον εὐφημότερον ἀπολύων τοὺς ἐν κατοχῇ κακώσεων. διὸ Μιλήσιοι κατὰ τὸν Γεωγράφον καὶ Δήλιοι Οὔλιον τιμῶσιν Ἀπόλλωνα ἤγουν ὑγιαστικόν· οὔλειν γὰρ τὸ ὑγιαίνειν· ὡς καὶ Ἄρτεμις, φησίν, ἀπὸ τοῦ ἀρτεμέας ποιεῖν, ὅ ἐστιν ὑγιεῖς. οὐκ ἔστι δὲ ὁ Ἀπόλλων μετοχικόν· ἐκλίνετο γὰρ ἂν Ἀπόλλοντος ὡς λέοντος· ἀλλὰ μάλιστα ῥηματικὸν ὡς τὸ Ἀγάλλωνος καὶ εἴ τι τοιοῦτον. φυλάσσει δὲ τὸ ω ἐν τῇ γενικῇ ὡς καὶ πάντα τὰ εἰς λων ὀνόματα λήγοντα. [Ὅτι δὲ ἐν τῷ ἄναξ ἄνακτος ἄνακτι ἐκ πλεονασμοῦ κεῖται τὸ τ, ὡς καὶ ἀλλαχοῦ φαίνεται, Ἡρακλείδης δηλοῖ εἰπὼν ὅτι Κύπριοι καὶ Ἀττικοὶ παρεντιθέασι ῥήμασι καὶ ὀνόμασι τὸ ταῦ, τὴν πόλιν πτόλιν λέγοντες καὶ τὸν πόλεμον πτόλεμον. τὸ δ' αὐτὸ καὶ ἐν τῷ ἄνακτος καὶ νυκτός καὶ ἐν τῷ ἀνύω ἀνύτω, ὅθεν ὁ Ἄνυτος κύριον, καὶ ἐν τῷ ἀρύω ἀρύτω, ὅθεν ἡ ἀρύταινα, πλεονασμῷ τοῦ σίγμα, καὶ ὁ ἀρύστιχος.] (v. 37) Ὅτι τὸ ἐμοῦ καὶ σοῦ καὶ οὗ πενταχῶς κινεῖται. τὰ μὲν γὰρ πρωτότυπα ἐμοῦ σοῦ οὗ· ἡ δὲ διάλυσις ποιεῖ αὐτὰ ἐμέο σέο ἕο. ταῦτα δὲ συναίρεσις μὲν ποιητικὴ συναλείφει εἰς τὸ ἐμεῦ σεῦ εὗ· ἐπένθεσις δὲ τοῦ ι μετάγει εἰς τὸ ἐμεῖο σεῖο εἷο· παραγωγὴ δὲ μετασύρει αὐτὰ εἰς τὸ ἐμέθεν σέθεν ἕθεν. καί εἰσι τούτων πάντων αἱ χρήσεις παρὰ τῷ ποιητῇ. τὸ δὲ ἐμεῦ ἀποβαλὸν τὴν ἄρχουσαν ἐγκλίνεται ἤγουν τὸν οἰκεῖον τόνον ἀναπέμπει τῇ ὄπισθεν συλλαβῇ, οἷον «κλῦθί μευ, ἀργυρότοξε» τουτέστι λαμπρότοξε. οὐ γάρ ἐστι πλάσαι τόξον ὅλον ἀργύρεον. εἰ δὲ καὶ ἀνάκειται, ὥσπερ τῷ ἡλίῳ ὁ χρυσός, οὕτω τῇ σελήνῃ ὁ ἄργυρος, ὅμως οἰκειοῦται ὁ Ἀπόλλων ἥλιος καὶ τὸ τῆς σελήνης, ἐπεὶ καὶ ἐξ αὐτοῦ ἐκείνη ἔχει τὸ φῶς. [δῆλον δ' ὅτι