Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.526
Not analysed yet
ὕδωρ καθαρόν ἐστι, τὸ δὲ τοῦ Τιταρησίου λιπαρὸν ἔκ τινος ὕλης, ὥστε οὐ συμμίσγεται, ἀλλὰ καθύπερθεν ἐπιτρέχει καθὰ ἔλαιον. ἀλλαχοῦ δὲ λέγει, ὅτι εἰκός, ὥσπερ νιτρώδη καὶ στύφοντα ὑγρὰ καὶ ἀσφαλτώδη διαρρεῖ τὴν γῆν, οὕτω καὶ λιπαρὰ εὑρίσκεσθαι. τὸ δὲ σπάνιον ποιεῖ, φησί, τὴν παραδοξίαν. ἱστορεῖ γοῦν ὁ αὐτὸς καὶ Ὤχου τοῦ ποταμοῦ πλησίον ὀρύττοντάς τινας εὑρεῖν ἐλαίου πηγήν. καὶ οὕτω μὲν ὁ Γεωγράφος. [Ἑτέρα δὲ ἱστορία φησίν, ὡς ἐν τῇ τῶν Καρχηδονίων ἐπικρατείᾳ κρήνη ἐστίν, ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον τὴν χρόαν, ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς πρόβατα καὶ κτήνη. Ἀλέξανδρος δὲ περὶ Ἀσιάτιδος ἐπέστειλεν ἀναβλύσεως ὡς ἐλαίου κρήνην εὑρηκώς. καὶ περὶ Τράλλεις δέ, φασί, καὶ τὸν Χαρακωμήτην ποταμὸν καὶ Νύσσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὕδατα ὡς μὴ δέεσθαι τοὺς ἐναπολουομένους ἐλαίου.] Οἱ δὲ παλαιοὶ λέγουσι καί, ὅτι ὡς ἀγνῶτα ἢ μὴ ὄντα περιφράζει τὸν Τιταρήσιον. Τὸ δέ «καθὰ ἔλαιον» διὰ τὸ τιμιώτερον εἶπεν. εἰσὶ γὰρ καὶ ἕτερα ὑγρὰ λιπαρὰ ἐπιπολαστικά, ὧν οὐδενὸς μνησθῆναι ἠθέλησεν. [Ἐνταῦθα δὲ παραπηκτέον καὶ τὸ δαψιλὲς γῆθεν ἔλαιον, ὃ πολλοὺς τῶν ἑῴων διοικεῖ, ὅσοι μάλιστα περὶ τὰ κατὰ τὴν Ῥωμόγυριν· οὔτι γὰρ περιττὸν τοῖς ἐνταῦθα ἐλαιώδεσι καὶ τοῦτο παραμῖξαι καθ' ἱστορίαν. Οἱ δὲ συχνὰ πρὸ βραχέων μνημονευθέντες Λαπίθαι οὐ μόνον ἐθνικὴν ἔννοιαν ὑποβάλλουσιν, ἀλλ' ἔστιν ὅτε καὶ σκωπτικήν, ἵνα ὁποῖος ὁ Πινδαρικὸς πίθων, τοιοῦτός τις εἴη καὶ ὁ Λαπίθης πείθων λαὸν κατά τινα πίθωνα προσέχειν αὐτῷ.] (v. 752) Ὁ δὲ Πηνειὸς Θετταλικὸς ποταμὸς ῥέων μεταξὺ Πηλίου καὶ Ὄσσης τῶν ὀρέων, ἃ καὶ ἀπέτεμεν αὐτὸς ῥήξας καὶ διαστήσας καὶ ἐξ ὄρους συνεχοῦς διχάσας ἐδύασεν, ὡς καὶ ἀλλαχοῦ εἴρηται. λέγει δὲ καὶ Ἡρόδοτος, ὅτι ὄρη Θετταλικὰ Ὄλυμπος καὶ Ὄσσα, μεγέθει ὑπερμήκεα, διὰ μέσων δὲ αὐτῶν αὐλὼν στενός, δι' οὗ ῥέει Πηνειός, εἷς τῶν πέντε δοκίμων Θετταλικῶν ποταμῶν, ὧν καὶ Ἀπιδανὸς καὶ Ἐνιπεύς. τούτῳ δὲ ὅμοιον καὶ τὸ «πέντε ποταμοὶ δόκιμοι Θετταλικοί, ὧν Πηνειός, Ἀπιδανὸς καὶ Ἐνιπεύς. συμμίσγουσι δὲ τὸ ὕδωρ εἰς ταὐτὸ καὶ δι' ἑνὸς αὐλῶνος στενοῦ ἐκρέουσιν εἰς τὴν θάλασσαν, ἔνθα κατακρατῶν ὁ Πηνειὸς τῷ ὀνόματι ἀνωνύμους τοὺς ἄλλους ποιεῖ». Ἄρχεται δὲ κατὰ τὸν Γεωγράφον