Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.527
Not analysed yet
ἐκ Πίνδου ὄρους ὁ Πηνειός, περὶ ὃ οἱ Περραιβοί. καὶ δῆλον καὶ ἐκ τούτου, ὅτι Θετταλικοὶ οἱ Περραιβοί, ἐπειδὴ καὶ τὸ Πίνδον καὶ ὁ Πηνειὸς Θετταλικά. Περὶ δὲ Πηνειοῦ καὶ ταῦτα ἐν τοῖς τοῦ Στράβωνος φέρεται. Πηνειὸς ἄρχεται ἐκ Πίνδου, ἐν ἀριστερᾷ δ' ἀφεὶς Τρίκκην φέρεται περὶ Ἄτρακα καὶ Λάρισσαν καὶ τοὺς ἐν Θετταλίᾳ δεξάμενος ποταμοὺς πρόεισι διὰ τῶν Τεμπῶν. καὶ ὅτι διὰ μέσης ῥέει Θετταλίας πολλοὺς δεχόμενος ποταμοὺς καὶ ὅτι Πηνειὸς φέρεται ἐν ἀριστερᾷ μὲν ἔχων Ὄλυμπον, ἐν δεξιᾷ δὲ Ὄσσαν. Ἐπὶ δὲ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Μαγνῆτις πόλις ἡ Γυρτών, ἐν ᾗ Πειρίθους καὶ Ἰξίων ἐβασίλευσαν. ἀπέχει δ' αὐτῶν οὐ πολὺ πόλις Κραννών, ἧς οἱ πολῖται Ἔφυροι ἑτερωνύμως, ὡς καὶ οἱ τῆς Γυρτῶνος Φλεγύαι. ὅρα δὲ τὴν ἀνωτέρω ῥηθεῖσαν Ἄτρακα, ἧς οἱ πολῖται Ἄτρακες παρὰ Λυκόφρονι, κἂν ἀντὶ τοῦ «Ἄτρακας λύκους», ὃ γράφει ὁ Ἐθνικολόγος, «ἅρπαγας λύκους» γράφωσι τὰ τῶν ἀντιγράφων κοινότερα. (v. 749) Μενεπτολέμους δὲ εἶπεν ὁ ποιητὴς τοὺς Περραιβούς, ὡς καὶ τὸν Πολυποίτην πρὸ ὀλίγου μενεπτόλεμον, οἱονεὶ σταδαῖον ἢ σταθερὸν πολεμιστήν. (v. 750) Τὸ δέ «οἰκία ἔθεντο» περιφραστικῶς ἀντὶ τοῦ ᾤκουν, ὥσπερ καὶ τὸ «ἔργα ἐνέμοντο» ἀντὶ τοῦ εἰργάζοντο. (v. 751) Ἱμερτὸν δὲ τὸν Τιταρήσιον ἀνθρωπίνως εἶπε καὶ ἔξω μύθου. ἄλλως γὰρ στυγητός ἐστι καὶ στυγνός, ὡς ἀπορρέων τῆς φρικτῆς Στυγός. (v. 752) Τὸ δέ «προΐει» ἀντὶ τοῦ προΐησι. παρῳχημένον γὰρ ἀντὶ ἐνεστῶτος κἀνταῦθα κεῖται. (v. 753) Τὸ δέ «συμμίσγεται» καιριωτάτη λέξις ἐστίν, ὡς δηλοῖ καὶ ἡ μισγάγκεια, περὶ ἧς ἀλλαχόθι ῥηθήσεται. Τὸ δέ «ἀργυροδίνης» οὐ Πηνειοῦ μόνον ἐπίθετον, ἀλλὰ παντὸς διαυγοῦς ποταμοῦ καὶ ἀργυρέαις δίναις, ὅ ἐστι καθαρῷ ῥεύματι, διοικουμένου. Ὅρα δὲ καί, ὅτι ἐν τῷ «καλλίρροον ὕδωρ» καὶ «Στυγὸς ὕδατος» ἐκτείνεται ἡ ἄρχουσα τοῦ ὕδατος, εὑρίσκεται δὲ πολλαχοῦ καὶ συστελλομένη. (v. 756—9) Ὅτι Μαγνήτων ἦρχε τῶν περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον Πρόθοος, Τενθρηδόνος υἱός, ὃν καὶ μετὰ ἕνα στίχον ἀναλαβὼν πάλιν φησί· «τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε». (v. 758) Καὶ σημείωσαι ὅτι φανερῶς ἐπετήδευσεν ἐνταῦθα κάλλος ὁ ποιητής. τί γὰρ ἄλλως ἐχρῆν μετὰ ἔπος ἕν, καὶ τοῦτο σαφέστατον, ἐπαναλαβεῖν τὸν Πρόθοον; ἢ πάντως ἵνα δυνηθῇ κατὰ σχῆμα κάλλους εἰπεῖν «Πρόθοος θοός», ἤγουν ταχύς, ὅπερ ἐν τῷ πρώτῳ στίχῳ ποιῆσαι οὐκ ἔσχεν, οἷα ἐπειγόμενος εἰς τὴν τοῦ ἀνδρὸς γενεαλογίαν καὶ τὰ ἐφεξῆς. Ἐπετηδεύσατο δὲ τὸ ῥηθέν, ὡς ἄν, ἐπεὶ μηδέν τι ἔχει περὶ Προθόου εἰπεῖν