Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.528
Not analysed yet
ἐφελκυστικὸν ἀκοῆς, γαργαλίσῃ αὐτὴν ἄλλως περικαλλεῖ σχήματι ἐπαναστροφῆς, ἐν ᾗ ἡ δευτέρα λέξις ἐπαναστρέφεται καὶ οἷον ἐπανακάμπτει πρὸς τὴν πρὸ αὐτῆς. ὡς γὰρ Σαμία μία ναῦς κατά τινα στροφὴν τοῦ μία πρὸς τὸ Σαμία, οὕτω καὶ Πρόθοος θοός. τοιοῦτον δὲ καὶ τὸ «Πάτροκλον πρόφασιν», ὅ φασιν, ὅσα τε ἄλλα τοιαῦτα. οἱ δὲ ῥήτορες καὶ παρονομασίαν τὸ τοιοῦτον σχῆμα καλοῦσιν, ὡς οἱ Ὁμηρικοὶ Σχολιασταί φασι, προφέροντες εἰς ὁμοιότητα καὶ τὸ Δημοσθενικόν· «πρῶτον μὲν Ἀμφίπολιν, πόλιν ἡμετέραν». (v. 757) Περὶ δὲ Πηλίου καὶ Πηνειοῦ πρὸ βραχέων εἴρηται. εἵποντο δὲ τεσσαράκοντα νῆες τῷ Προθόῳ. (v. 756) Δῆλον δέ, ὅτι οὐ μόνον Εὐρωπαῖοι οὗτοι, ἀλλὰ καὶ ἕτεροι Ἀσιανοὶ Μάγνητές εἰσιν. Ὁ Γεωγράφος οὖν Μαγνήτων μέμνηται, τῶν πρὸς τῷ Μαιάνδρῳ, καὶ ἄλλοι συχνοὶ [φάμενοι, ὡς Μάγνητες οἱ ἐπὶ Μαιάνδρου ποταμοῦ Δελφῶν εἰσιν ἄποικοι.] καὶ Μαγνησία δὲ πόλις ἐστὶν ἐκεῖσε. Τῆς δὲ κατοικήσεως τῶν Ὁμηρικῶν Μαγνήτων σημεῖα καὶ ταῦτα παρὰ τῷ Στράβωνι δίχα τῶν πρὸ ὀλίγου ῥηθέντων περὶ Κραννῶνος καὶ Γυρτῶνος. Φεραὶ πέρας, φησί, τῶν Πελασγικῶν πεδίων πρὸς τῇ Μαγνησίᾳ, ἃ παρατείνει μέχρι Πηλίου στάδια ἑκατὸν ἑξήκοντα. λέγει δὲ καί, ὅτι πρόκεινται Μαγνήτων νῆσοι, Σκίαθος, Πεπάρηθος, Σκῦρος καὶ ἕτεραι. ὁ γοῦν ταύτας εἰδὼς εἰδείη ἂν καὶ τὴν αὐτῶν περαίαν Μαγνησίαν. ἐν δὲ τῷ τοιούτῳ τόπῳ λέγει ὁ Γεωγράφος καί, ὅτι μάλιστα δὲ ἐν ὀνόματι, τουτέστιν ὀνομαστή, ἡ Σκῦρος διὰ τὴν Λυκομήδους πρὸς Ἀχιλλέα οἰκειότητα καὶ τὴν τοῦ Νεοπτολέμου ἐκεῖ γέννησιν καὶ τροφήν. Ὁ αὐτός φησι καί, ὅτι τυφλῶς καὶ οὐ γνωρίμως διασαφεῖ ὁ ποιητὴς τοὺς Μάγνητας ἐν τῷ εἰπεῖν· «οἳ περὶ Πηνειὸν καὶ Πήλιον ναίεσκον». ὑποδηλῶν δὲ καὶ εἰς ὅσον ὁ ποιητὴς τοὺς παρ' αὐτῷ τούτους Μάγνητας ἐστενοχώρησε λέγει, ὅτι Μάγνητας τούτους νομιστέον τοὺς ἐντὸς τῶν Τεμπῶν ἀπὸ Πηνειοῦ καὶ Ὄσσης ἕως Πηλίου. ἐπεὶ δὲ καὶ συγκεχύσθαι δοκοῦσιν οἱ Μάγνητες, αἰτιᾶται τῆς συγχύσεως ταύτης μεταστάσεις αὐτῶν καὶ ἐξαλλάξεις καὶ ἐπιμίξεις πολιτειῶν λέγων καί, ὅτι πολλὰς πόλεις ὁ ποιητὴς ἀριθμήσας ἀπὸ τῆς Μαγνήτιδος οὐδένας τούτων ὠνόμασε Μάγνητας, ἀλλ' ἐστενοχώρησε τὸν Μαγνητικὸν κατάλογον εἰς τοὺς περὶ Πηνειὸν καὶ Πήλιον, ὅπερ εἰνοσίφυλλον λέγει, ὡς καὶ πρὸ τούτου