Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.529
Not analysed yet
τὸ ἐν Ἰθάκῃ Νήριτον. Ἰστέον δέ, ὅτι καὶ ὁ ἐκ Νεφέλης Κένταυρος Μάγνης ἦν, ὡς ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται, ὃς καὶ Μαγνησίαις ἵπποις συναναχρωνύμενος ἐκ τοιούτου σπέρματος τοὺς Ἱπποκενταύρους ἔφηνε, καὶ ὅτι Μάγνητες ἐκλήθησαν ἀπὸ ἀνδρὸς ἐπιφανοῦς. Μάγνης γάρ, φασίν, εἷς τῶν Αἰολιδῶν, ὑπὸ τὸ Πήλιον ὄρος κτίσας πόλιν ἀπὸ τῆς γυναικὸς Μελίβοιαν ἐκάλεσεν, ὕστερον δὲ τὴν πᾶσαν χώραν Μαγνησίαν. τούτου Ἀλέκτωρ, οὗ Αἵμων, οὗ Ὑπέροχος, οὗ ἔγγονος Τενθρηδών, ὁ τοῦ ῥηθέντος Προθόου πατήρ. Ἰστέον δὲ καί, ὅτι ἐκ τῶν προρρηθέντων Ἀσιανῶν Μαγνήτων ἡ Ἡράκλεια λίθος ἦν. Φησὶ γοῦν Αἴλιος Διονύσιος οὕτω· «Ἡράκλεια ἡ καὶ Μαγνησία. δεκαοκτὼ δὲ πόλεις Ἡράκλειαι, ἐξ ὧν μία Λυδίας, ὅθεν ὁ Ἡρακλεώτης λίθος, ὁ ὑφ' ἡμῶν λεγόμενος Μάγνης, ὁ ἐπισπώμενος τὸν σίδηρον». (v. 760) Ὅτι ἐνταῦθα περατώσας Ὅμηρος τὸν Ἑλληνικὸν Κατάλογον ἐπάγει καθιστῶν τὸν λόγον συμπληρωτικῶς· «οὗτοι ἂρ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν», τουτέστιν ἤδη συνεπλήρωσα, ὃ ἐπηγγειλάμην, τὸ «ἀρχοὺς αὖ νηῶν ἐρέω». Σημείωσαι δέ, ὅτι τὸ «οὗτοι ἡγεμόνες Δαναῶν καὶ κοίρανοι» ἀκολούθως τῷ «οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν» συμπεπλήρωται. Ἡ μὲν γὰρ ποιητικὴ πρὸ τῆς Βοιωτίας ἐρώτησις ἦν· τίνες ἡγεμόνευον Ἀχαιῶν; ἡ δὲ μουσικὴ συμπλήρωσις λέγει, ὅτι οὗτοι ἡγεμόνες Δαναῶν, οἱ ῥηθέντες δηλαδή. Συνεξακουστέον δὲ εἰς τὸ «οὗτοι ἡγεμόνες Δαναῶν ἦσαν» τὸ καὶ τοσαῦται αὐτοῖς αἱ νῆες. ἠρίθμησε γὰρ ἀρχοὺς μέν, κατὰ τοὺς παλαιοὺς εἰπεῖν, εἰκοσιέξ, νῆας δὲ χιλίας ἑκατὸν ὀγδοηκονταέξ. ὥστε ὁπηνίκα εἴποι τις, ὡς χιλιόναυς ἦν ὁ Ἑλληνικὸς οὗτος στόλος, ὥς που λέγει ὁ καλέσας τὸν Ἀγαμέμνονα «χιλίαρχον τοῦ πτολιρραίστου στρατοῦ», οὐ τὸ πᾶν λέγει, ἀλλ' ἀρκεῖται τῷ πληρεστάτῳ ἀριθμῷ, τῇ χιλιάδι. Διττῶς δὲ τὸ τοιοῦτον εἴωθε γίνεσθαι. ἢ γὰρ ἐξ ἐλάττονος ἀριθμοῦ εἰς τὸ καὶ πλεῖον καὶ πλῆρες ἀνατρέχει τις, ὡς ὅτε τὴν Κρήτην, ἐνενήκοντα τυχὸν πόλεις ἔχουσαν, ἐρεῖ ἑκατόμπολιν, ἢ τὰ ἁπλῶς πολλὰ μυρία εἴπῃ. ἢ ἄλλως, ὁπόταν ἐκ τοῦ πλείονος μέν, μὴ κορυφουμένου δὲ εἴς τι ποσὸν ἐπίσημον, ὑποκαταβαίη τις εἰς τὸ πληρέστερον, ὡς ἐνταῦθα, εἴ τις ἐρεῖ χιλιόναυν στρατόν, ἀφῆκε σιγᾶσθαι τὰς ἑκατὸν ὀγδοηκονταὲξ νῆας, ἀρκεσθεὶς τῷ τῶν χιλίων ἀριθμῷ, ἐλαττώσας μὲν τὸ ἐν ἀληθείᾳ ποσόν, οὐ ταπεινώσας δὲ ὅμως οὐδ' οὕτω τὸ πρᾶγμα, διὰ τὸ σεμνὸν τοῦ χίλια πλήρους ὄντος καὶ τελείου ἀριθμοῦ. Τούτῳ τῷ λόγῳ καὶ ἡ τοῦ Πέλοπος ἐπικράτεια Πελοπόννησος ἐκλήθη, καὶ ταῦτα μὴ νῆσος ἀκριβῶς, ἀλλὰ χερόννησος οὖσα. ὡς γὰρ ὁ εἰπὼν χιλιόναυν τὸν ῥηθέντα στόλον οὐκ ἐξέκλινε τὸ παρὰ βραχὺ ἀκριβώσασθαι, οὕτω καὶ ὁ τὴν Πελοπόννησον ὀνομάσας