Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.530
Not analysed yet
βραχύ τι πρὸς τὸ ἀκριβὲς καὶ εἰς τὸ πᾶν ἀληθὲς ἐνέλειψεν, οὐ προσλογισάμενος τῶν τεσσαράκοντα σταδίων τὸν ἰσθμόν, ἀλλὰ διὰ τὴν πέριξ πολλὴν θάλασσαν, ὡς ὅλην νησιζομένην θεωρήσας τὴν τοῦ Πέλοπος. Τοιοῦτον δέ τι καὶ παρ' Ἡροδότῳ τὸ «χρυσοῦ στατήρων Δαρεικῶν μυριάδας τετρακοσίας ἐπιδεούσας ἑπτὰ χιλιάδων». προέκρινε γὰρ στενολογῆσαι δι' ἐντελοῦς ἀριθμοῦ καὶ βραχείας ἐπισημασίας ἤπερ τραπεζιτεῦσαι χύδην καὶ εἰπεῖν στατήρων μυριάδας τριακοσίας καὶ χιλιάδας ἐνενήκοντα καὶ τρεῖς. Ἰστέον δέ, ὅτι τὸ ῥηθὲν καταστατικὸν καὶ ἀνακεφαλαιωτικὸν καὶ συμπληρωτικὸν σχῆμα τὸ «οὗτοι ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν» ἀφορισμὸν οἱ παλαιοὶ ῥήτορες ὀνομάζουσι λέγοντες καί, ὅτι συνεκεφαλαιώσατο ἐνταῦθα ὁ ποιητὴς τὸν Κατάλογον, τῶν μὲν εἰρημένων μνήμην, τῶν δὲ ῥηθησομένων ἔφεσιν ἐργαζόμενος. (v. 761—70) Ὅτι τῷ Καταλόγῳ μὲν ἐγχειρῶν πάσας τὰς Μούσας ἀνεκαλέσατο, ἐνταῦθα δὲ θέλων μαθεῖν, εἶτα εἰπεῖν, τίς ὁ κρείττων ἔν τε τοῖς Δαναοῖς, ἔν τε τοῖς αὐτῶν ἵπποις, ὅπερ οὐ μέγα ἦν, μίαν ἐρωτᾷ Μοῦσαν λέγων· «τίς ἄρα τούτων ὄχα ἄριστος ἦν, σύ μοι ἔννεπε, Μοῦσα, αὐτῶν καὶ ἵππων». εἶτα δῆθεν ἡ Μοῦσα διὰ τὸ συνεχὲς τοῦ λόγου τοὺς μὲν ἄνδρας παριππεύσασα, οἳ πρῶτοι κεῖνται ἐν τῷ «αὐτῶν καὶ ἵππων» καὶ ἐν τῷ «τίς τούτων ἄριστος ἦν», τῶν δὲ ἵππων γενομένη, εἰς οὓς ἡ ἐρώτησις κατέληξε, φησίν· «ἵπποι μὲν μέγ' ἄρισται ἦσαν Φηρητιάδαο, [τάς», ὅ ἐστιν] ἅς, «Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς, ὄτριχας, οἰέτεας, σταφύλῃ ἐπὶ νῶτον ἐΐσας, τὰς ἐν Πηρείῃ θρέψεν Ἀπόλλων ἄμφω θηλείας, φόβον Ἄρεος φορεούσας. ἀνδρῶν αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας, ὄφρ' Ἀχιλλεὺς μήνιεν· ὃ γάρ», ἤγουν οὗτος, «πολὺ φέρτερος ἦεν, ἵπποι θ' οἳ φορέεσκον ἀμύμονα Πηλείωνα», ἤτοι τὸν αὐτὸν Ἀχιλλέα. ὤκνησε γὰρ δι' ἀντωνυμίας δηλῶσαι αὐτόν. (v. 770) Δῆλον δὲ πάντως ἐκ τῶν εἰρημένων, ὅτι μετὰ τὸν Ἀχιλλέα καὶ τοὺς αὐτοῦ ἵππους ὁ Αἴας καὶ αἱ ἵπποι τοῦ Εὐμήλου εἰς ἀριστεῖον ἐγκρίνονται. (v. 763) Ἀξιοῖ δὲ λόγου τοὺς ἀρίστους τῶν ἵππων, φιλῶν καὶ αὐτούς, καθὰ καὶ τοὺς ἀριστεῖς, καὶ καθάπερ τὰ ἐν ὅπλοις διαφέροντα πολλαχοῦ ἐν λόγῳ τίθεται, οἷον Ἀγαμέμνονος θώρακα, σάκος Αἴαντος, ἑτέρου τινὸς κυνέην ἢ ἄλλο τι, —τὴν γὰρ Ἀχιλλέως πανοπλίαν τί χρὴ καὶ λέγειν; τὸ τῆς Ἰλιάδος δαιδάλεον ἔργον—οὕτω καὶ τοὺς κρείττους τῶν ἵππων οἷά τι καὶ αὐτοὺς ὅπλον φυλοκρινεῖ. εἰ γὰρ λόγου ἄξιος πέλεκυς τομὸς ὀφέλλων ἀνδρὸς ἐρωήν, πῶς οὐκ ἂν λόγοις μέλοιτο ἵππος στρατιωτικός, οὐ μόνον ὀχῶν τὸν ἐπιβάτην, ἀλλὰ μονονουχὶ καὶ συνεργαζόμενος τὰς ἀριστείας αὐτῷ; Καλῶς οὖν Πέρσαι κρίναντες οὐδεμίαν ὁδὸν ἤνυον πεζῇ, ἀλλ' ἐφ' ἵππων. οἱ δ' αὐτοὶ καὶ ἱερὸν Ἡλίῳ τὸν ἵππον νομίσαντες ἔθυον ἵππον ἐκείνῳ, τῷ ταχυτάτῳ, φασί, τὸ ἐν ζῴοις τάχιστον. Ἡ δὲ ποίησις οὐκ ὤκνησε τὸν Ποσειδῶνα τῷ ἐκεῖθεν ἐπιθέτῳ σεμνῦναι·