Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.54
Not analysed yet
καὶ χρυσότοξος ὁ αὐτός. διὸ καὶ Σοφοκλῆς «ἀγκύλα χρυσόστροφα» τὰ τοῦ Φοίβου τόξα λέγει.] Τὸ δὲ κλῦθι μεταπέπλασται ἀπὸ τοῦ κλῦε, ὡς καὶ ἑξῆς εἰρήσεται, καθὰ καὶ τὸ ἄνωχθι ἐκ τοῦ ἄνωγε. θέμα γὰρ εἶναι τοῦ κλῦθι τὸ κλῦμι οὐκ ἀρέσκει τοῖς παλαιοῖς. καὶ τὸ ἴθι δὲ ἀπὸ τοῦ ἴε μετεπλάσθη ἀορίστου δευτέρου, οὗ ἐνεστὼς εἴω, τὸ πορεύομαι. Ἰστέον δὲ καὶ ὅτι, καθάπερ ἀργυρότοξος ὁ κατὰ λαμπρότητα τοιοῦτος, οὕτω καὶ βιὸς ἀργύρεος μετ' ὀλίγα ὁ λαμπρός. (v. 37 s.) Ὅτι ἀμφιβαίνειν παρὰ τῷ ποιητῇ ὡς ἐπὶ πολὺ τὸ σκέπειν καὶ περιέπειν, ὡς ὅτε λέων ἀμφιβαίνειν τοῖς σκύμνοις λέγεται ἢ κύων τοῖς σκυλακίοις. οὕτω δὲ καὶ ἐν μάχῃ νεκρῷ τις ἀμφιβαίνει ὑπερμαχῶν ἐκείνου. καὶ Ἀπόλλων οὖν ἀμφιβεβηκέναι λέγεται τὴν Χρύσην πόλιν καὶ τὴν Κίλλαν, οἷα σκέπων καὶ βαίνων ἀμφὶ αὐτάς. τάχα γὰρ ἄσυλον διέμεινε τό τε Κιλλαῖον ἱερὸν τοῦ Ἀπόλλωνος καὶ τὸ ἐν τῇ Χρύσῃ. διὸ καὶ περιουσιαζόμενος δῶρα εἶχε διδόναι ὁ Χρύσης εἰς λύτρα τῆς θυγατρός· [καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ ἀπερείσια καὶ οἷα μὴ πρὸς αὐτοῦ τοῦ γέροντος φέρεσθαι, ἀλλὰ παρ' ἑτέρων βαστάζεσθαι, ὡς εἰκός· εἰ καὶ Ὅμηρος αὐτὸ σιωπᾷ καθὰ καὶ τὸ κατ' εἶδος τῶν δώρων, εἰωθὼς οὕτω ποιεῖν μυριαχοῦ, ἔνθα χρὴ καὶ σιωπᾶν τὰ μὴ ἀναγκαῖα λέγεσθαι. εἰ δὲ ἐν ταῖς Λιταῖς καὶ ἐν τοῖς κατὰ τὸν Ἕκτορα δώρων πολλῶν μνησθεὶς ἐξέθετο ἐκεῖ καὶ τὸ πλῆθος καὶ τοὺς φέροντας, ἀλλ' ἐκεῖ πάνυ ἀναγκαῖον ἦν οὕτω ποιῆσαι τὸν Ὅμηρον. διὸ ἐξεγράψατο καὶ αὐτά. δῆλον δὲ ὅτι ὡς ἐπὶ πολὺ] περιεποιοῦντο τὰ ἱερὰ ἐν ταῖς ἁλώσεσι τῶν πόλεων. ὅθεν καὶ Ὀδυσσεὺς τῷ Μάρωνι ὡς Ἀπόλλωνος ἱερεῖ τὰ προσόντα ἐχαρίσατο. καὶ τῆς Τενέδου δὲ ἴσως διὰ τοῦτο ἶφι ἀνάσσειν φησὶ τὸν Ἀπόλλωνα, οὐ διότι οὐχ' εἷλον αὐτὴν οἱ Ἕλληνες, ἀλλ' ὅτι, ὡς εἰκός, διὰ τὸν Ἀπόλλωνα φιλανθρωπότερον τοῖς ἐκεῖ προσηνέχθησαν. ἔστι δὲ ἡ μὲν Τένεδος νῆσος Αἰολικὴ ποτὲ μὲν Λεύκοφρυς καλουμένη διὰ τὸ λευκὰς ἔχειν ὀφρῦς ἤγουν ἐξοχὰς περὶ τοὺς αἰγιαλούς· διὰ δὲ τὸν Τρωϊκὸν Τένην, οὗπερ ἕδος ἤτοι κατοικητήριον γέγονε, μετακληθεῖσα Τένεδος· ὅντινα Τένην διαβολὴ μὲν μητρυιᾶς Φυλονόμης ἢ Πολυβοίας συγκατέρριψε διὰ τοῦ πατρὸς Κύκνου εἰς θάλασσαν τῇ ἀδελφῇ Λευκοθέᾳ ἐγκλείσασα λάρνακι· ἡ δὲ Δίκη περισωσαμένη τῆς νήσου βασιλέα κατέστησεν. ἦν δὲ ἡ τῆς μητρυιᾶς διαβολὴ πρὸς τὸν Κύκνον ἐρωτική, ὁποία καὶ ἡ τῆς Ἱπποδαμείας πρὸς Πέλοπα καὶ ἡ τῆς Ἀντείας πρὸς τὸν Προῖτον, ὅτι δηλαδὴ ὁ Τένης ἐβιάζετο αὐτήν, καίτοι αὐτὴ οὕτως εἰς τὸν Τένην ἐποίησεν. εἴρηται δέ τι πλέον