Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.531
Not analysed yet
ἵππιος γάρ· καὶ κυριωνυμίαι δὲ μυρίαι φιλοῦσιν ἐκεῖθεν ἐλλάμπεσθαι, οἷον ἡ περιᾳδομένη Ἱπποδάμεια, ὁ Ἱπποκόων, ὁ Μακεδὼν Φίλιππος, ὁ σοφὸς Ἱππαρχός, ὁ Ἱππίας, οὗ ὁ Πεισίστρατος, καὶ λοιπαὶ στίχες ὀνομάτων σεμνῶν ἵπποις, ὡς ἂν εἴπῃ τις, ἔποχοι. καὶ τῶν πολεμικῶν δὲ ταγμάτων τὸ ἐξέχον οἱ ἱππόται ἦσαν. καὶ ταῦτα μὲν μέχρι τοσούτου, ἵνα μὴ ὁ πλείων περὶ τῶν ἵππων λόγος τῆς ἐν σκοπῷ τροχιᾶς τὴν γραφὴν ἀπαγάγῃ. Σημείωσαι δέ, ὅτι Μούσας ἐν τῇ καταρχῇ τῆς Βοιωτίας ἐρωτήσας, ἐνταῦθα δὲ Μοῦσαν, οὐκέτι καὶ ἐν τῷ Τρωϊκῷ Καταλόγῳ τοιοῦτόν τι ποιήσει, οὐδὲ ἀξιώσει κατὰ τοὺς παλαιοὺς Μοῦσαν ἐπὶ Τρώων καλεῖν. αἴτιον δὲ ὅτι Ἕλληνες μέν, φασίν, ἐφάμιλλοι, Ἕκτωρ δὲ ἄριστος. τουτέστιν οἱ μὲν Ἕλληνες πάντες μεγάλοι καὶ [ἴσοι ἢ] ἀμφήριστοι τὴν ἀρετήν. διὸ καὶ χρεία ἦν τῆς ἐκ Μουσῶν διακρίσεως καὶ τῆς ἐκεῖθεν ἐπὶ τοῖς Ἀχαιοῖς καὶ τοῖς κατ' αὐτοὺς ἀφηγήσεως, ἐπὶ δὲ τῶν Τρώων, ἐν οἷς μόνος Ἕκτωρ διεφαίνετο, περιττὸν ἡ τῆς Μούσης ἐπίκλησις. Ἔτι φασὶν οἱ παλαιοί, ὅτι παρὰ Μούσης τὴν ψῆφον ὁ ποιητὴς ἐπάγει, ὅπως μὴ λέγων αὐτὸς λυπεῖν τινας ἢ χαρίζεσθαι δοκοίη, καὶ ὅτι τὰς Εὐμήλου ἵππους προκρίνει διὰ τὴν παροιμίαν, ἐν ᾗ ἐπικρίνεται ἵππος Θετταλική. εἰ δὲ προὔχουσι, φασίν, αἱ τοῦ Ἀχιλλέως ὡς ἐκ θεῶν, ἀλλὰ καὶ αὐταὶ Θεσσαλὸν ἡνίοχον ἔχουσι. καὶ ὅτι σπέρματα προκαταβάλλει ἐνταῦθα τῇ ἐπὶ τῷ Πατρόκλῳ ἱπποδρομίᾳ καὶ τῇ ἀριστείᾳ τῶν τοῦ Εὐμήλου ἵππων, εἰ μὴ βλαβεῖεν· εἰ γὰρ δευτερεύουσιν αὗται τῶν τοῦ Ἀχιλλέως, εἰκότως ἐκεῖ τῶν λοιπῶν ἵππων τὸ πρωτεῖον ἐλπισθήσονται ἀποίσεσθαι. (v. 763) Φηρητιάδην δὲ ἢ μάλιστα τὸν Ἄδμητον λέγει, τὸν Φέρητος μὲν υἱόν, πατέρα δὲ Εὐμήλου, ἢ καὶ αὐτὸν ἴσως τὸν Εὔμηλον ὡς ἔγγονον Φέρητος, οὗπερ ἡ ἄρχουσα ἐξετάθη ἐν τῷ Φηρητιάδης διὰ μέτρον, ὅπερ καὶ ἐν τῷ Μηθώνη γέγονε. καὶ αὐτὸ γάρ, ὡς προείρηται, ἐκ τῆς Μεθώνης ὁμοίως ἐκτέταται. [(v. 764) Τὸ δέ «ἔλαυνεν» ἱππευτικὴ λέξις ἁρματηλάταις οἰκεία καὶ τοῖς ἄλλως ἁπλῶς ἱππεύουσι. πλὴν ἐλαύνεται τροπικῶς καὶ σίδηρος καὶ τάφρος καὶ τεῖχος πόλεως καὶ ἕτερα.] Τὸ δὲ ποδώκεας Ἀπίων καὶ Ἡρόδωρος οὐκ εὐλόγως προπαροξύνεσθαι λέγουσι. τὰ γὰρ εἰς υς ὀξυνόμενα, φυλάττοντα ἐν τῇ συνθέσει τὴν αὐτὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, οἷον δριμύς ἄδριμυς, τραχύς ἄτραχυς. μὴ οὕτω δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος, ἵσταται, φασίν, ἐπὶ ὀξείας, οἷον ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής, βαθύς ἀβαθής. οὕτω γοῦν καὶ ὠκύς ποδωκής, ὥστε κατ' αὐτοὺς καὶ ἡ ποδωκὴς ἵππος