Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.532
Not analysed yet
ὀξυτόνως ὤφειλε καὶ τὸ πληθυντικὸν ποδωκέες. Τὸ μέντοι «ποδώκης Ἀχιλλεύς» οὐ παρασαλεύουσιν οἱ ῥηθέντες, ἀλλά φασιν, ὅτι τὸ «ποδώκης Ἀχιλλεύς» εἰς ἰδιότητα τοῦ ἥρωος βεβαρυτόνηται. Τὸ δέ «ὄρνιθας ὥς» παραβολὴ μέν ἐστι σύντομος, τὸ πολὺ δὲ τοῦ τάχους παραδείκνυσιν ὥσπερ ἀλλαχοῦ τὸ ποδήνεμον. [δῆλον δὲ ὡς ὄρνιθας ἐνταῦθα λέγει οὐ τοὺς ἁπλῶς, ἀλλὰ ὠκυπέτας τινάς, κατὰ τὸ «θάσσονας ἰρήκων ἵππους εὔξεται εἶναι».] (v. 765) Τὸ δέ «ὄτριχας» συγκέκοπται μὲν ἐκ τοῦ ὁμοιότριχας, ψιλοῦται δὲ διὰ τὸ ἐπαγόμενον τ, ὡς καὶ τὸ ὀτρύνω καὶ Ὀτρεύς καὶ ὄτοβος καὶ τὰ ὅμοια. ὅτε δὲ συνέκειτο τῷ μ ἐν τῷ ὁμοιότριχες, τότε διὰ κανόνα ἕτερον ἐδασύνετο. Τὸ δέ «οἰέτεας» δηλοῖ μὲν τὸ ὁμοέτεας ἤτοι ὁμοχρόνους, συνεκόπη δὲ ὁμοίως καὶ αὐτὸ καὶ ὀφεῖλον εἶναι ὁέτεας ἐμηκύνθη πλεονασμῷ τοῦ ι διὰ μέτρου εὐχρηστίαν καὶ εὐθὺς ἐψιλώθη κανονικῶς καὶ αὐτό. Ἐνταῦθα δὲ σημείωσαι, ὅτι εἰ καὶ εὕρηται παρὰ τοῖς ὕστερον Ἀττικοῖς θηλυκὸν σύνθεμα ἐκ τοῦ ἔτους εἰς ις λῆγον καὶ διὰ τοῦ δος κλινόμενον, ὡς δηλοῦσι καὶ αἱ τριακοντούτιδες σπονδαί, ἀλλ' ὁ ποιητὴς ἵππους οἰέτιδας δυνάμενος εἰπεῖν οἰέτεας λέγει διὰ τοῦ η πάντως γράφων τὸ οἰέτης ἵππος τὸ θηλυκὸν καὶ διὰ τοῦ εος κλίνων Ἰωνικῶς. οἰέτεος γάρ, οὗ αἰτιατικὴ πληθυντικὴ οἰέτεας. Ἔτι κἀκεῖνο σημείωσαι, ὅτι, εἰ καὶ οἱ μεθ' Ὅμηρον τὰ εἰς ης ὀνόματα τὰ ἀπὸ τοῦ ἔτους ὀξύνουσι καὶ τὴν αὐτὴν κλίσιν καὶ τὸν αὐτὸν τόνον τηροῦσιν ἔν τε ἀρσενικῷ γένει ἔν τε θηλυκῷ, οἷον ὁ διετής τοῦ διετέος καὶ ἡ διετής τῆς διετέος, καὶ οὕτω κατ' αὐτοὺς ἀναλόγως οἰετής οἰετέος ὤφειλεν εἶναι καὶ τὸ πληθυντικὸν οἰετέας, ἀλλ' ὁ ποιητὴς βαρύνει τὰ τοιαῦτα, ὡς δῆλον καὶ ἐκ τοῦ ἑξέτε' ἀδμήτην. διὸ καὶ τὸ οἰέτεας ἐνταῦθα προπαροξυτόνως ἐκφέρει. ἐξηκολούθησε γὰρ κατὰ τοὺς παλαιοὺς τὸ οἰέτης τῷ εὐνέτης, γαμέτης καὶ τοῖς τοιούτοις, ἐν οἷς μόνον τὸ εὑρετής σεσημείωται. οἱ δ' αὐτοί φασι καί, ὅτι Ὁμηρικὸν τὸ ποδώκης βαρυτόνως. οἱ μέντοι πρὸ ὀλίγου ῥηθέντες Γραμματικοὶ ἀπηλεγέως κατακρίνουσι τὸ οἰέτεας ὡς παραλόγως προπαροξυνόμενον