Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.533
Not analysed yet
λέγοντες, ὅτι τὰ εἰς ος οὐδέτερα δισύλλαβα ποιοῦντα ἐπιθετικὰ σύνθετα εἰς ης λήγοντα, ἐν ὀξείᾳ τάσει ἔχουσιν αὐτά· γένος εὐγενής, κλέος εὐκλεής, θάλος εὐθαλής. ἐχρῆν οὖν, φασί, καὶ περὶ τὸ ἔτος ταὐτὸ γίνεσθαι. ἀναγινώσκουσι δὲ καὶ τὸ ἑξέτε' ἀδμήτην παροξυτόνως ἑξετέα, ὡς εὐσεβέα. Αἴλιος δὲ Διονύσιος, ἐν ᾧ συνέθετο Λεξικῷ, φησί· «διέτης, τριέτης, πεντέτης καὶ πάντα τὰ ὅμοια βαρύνουσιν Ἀττικοὶ προφέροντες τῷ τόνῳ ὡς εὐεργέτης». Ἡρωδιανὸς δὲ τοῖς ἀπηλεγέως, ὡς ἐρρέθη, κατακρίνουσι συνδιαγνωμονῶν λέγει, ὅτι οἱ μὲν τὸ διετής ὀξυτόνως προηνέγκαντο, οἱ δὲ βαρυτόνως. ὁ μέντοι λόγος ἀπαιτεῖ ὀξυτόνως λέγειν, ἐπεὶ πᾶν εἰς ος οὐδέτερον δισύλλαβον, ἐπὰν τὸ κατὰ τὴν παρατέλευτον μεμελέτηται διὰ τοῦ ε εἶναι, ἡνίκα ἂν συντεθῇ, εἰς ης λήγει καὶ ὀξύνεται, οἷον σθένος ἀσθενής, βέλος πολυβελής. οὕτως οὖν καὶ ἔτος διετής καὶ τὰ ὅμοια. [Ὅτι δὲ διάφορα καὶ ἄλλα οἱ Ἀττικοὶ παρὰ τὴν ἀνάλογον συνήθειαν τονοῦσι, δῆλον καὶ ἐκ τοῦ τροπαῖον, ὃ κοινῶς τρόπαιον λέγεται, καὶ ἐκ τοῦ ἑτοῖμον καὶ ἐρῆμον καὶ ἐκ τοῦ ὁμοῖος. τὸ γὰρ κοινὸν ὅμοιος ἐν προπερισπάσει. οἱ δ' αὐτοὶ καὶ βδέλυρος λέγουσι καὶ πόνηρος καὶ μόχθηρος ἔξω ἀναλογίας. Πᾶν γὰρ εἰς ρος λῆγον παρώνυμον, παρεσχηματισμένον τοῖς γένεσιν, ὀξύτονόν ἐστι καθ' Ἡρωδιανόν. Διό, φησίν, εἰ καὶ πόνηρος μὲν καὶ μόχθηρος βαρυτόνως ἐπὶ τῶν ἐπιπόνων καὶ ὑπομενετικῶν, πονηρὸς δὲ καὶ μοχθηρὸς ἐπὶ τῶν κατὰ ψυχὴν φαύλων, ἀλλὰ τοῦτο οὐκ εὖ. εἰ γὰρ πόνος καὶ μόχθος τὰ πρωτότυπα, εὐλόγως πονηρὸς καὶ μοχθηρὸς τὰ τούτοις παρακείμενα, κἂν διαφόρων ἔχηται σημασιῶν, ἵνα ᾖ ἀνάλογα τῷ κάματος καματηρός, ὄλισθος ὀλισθηρός, βλάβη βλαβερός, κράτος κρατερός. τονώσεως δὲ διαφόρου Ἀττικῆς καὶ τὸ ἰδέ καὶ λαβέ ἀντὶ τοῦ ἴδε καὶ λάβε κατὰ συνεκδρομὴν τοῦ εἰπέ, ἐλθέ, εὑρέ.] Τὸ δέ «σταφύλῃ ἐπὶ νῶτον ἐΐσας» δηλοῖ μὲν τὰς ἰσήλικας, ἔχει δὲ ἔλλειψιν τοῦ ως παραβολικοῦ ἐπιρρήματος. ὤφειλε γὰρ εἶναι «ὡς σταφύλῃ», ἵνα λέγῃ αὐτὰς οὕτως ἴσας ἀλλήλαις τὸ μῆκος ἐν τῇ κατ' ἐπίπεδον στάσει, ὡς ἐὰν σταφύλῃ ἐξισώθησαν. Ἔστι δὲ ἡ σταφύλη βαρυτόνως, ὡς ἡ κοτύλη, πρὸς διαστολὴν τῆς ὀξυτόνου