Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.534
Not analysed yet
ὀπώρας, τεκτονικὸν ἐργαλεῖον, ἐξισάζον τὰ ὑποκείμενα. καί φασιν οἱ ἀκριβέστεροι λαξοϊκόν, ἤτοι λιθοξοϊκόν, καὶ λαξευτικὸν διαβήτην εἶναι τὴν σταφύλην, ὃς ἅμα πλάτος καὶ ὕψος μετρεῖ. ὁ δὲ ἕτερος, φασί, διαβήτης μόνον πλάτος. ἦσαν οὖν, φασίν, αἱ τοῦ Εὐμήλου ἵπποι ἄμφω ἴσαι τὸν νῶτον, ὡς σταφύλῃ τοιαύτῃ μετρεῖσθαι. ῥηθήσεται δὲ περὶ ταύτης καὶ μετ' ὀλίγα. Ἰστέον δὲ νῦν καί, ὅτι Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ Περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν εἰπὼν κεῖσθαι τὴν λέξιν ταύτην ἐπὶ τῆς καθιεμένης μολύβδου παρὰ τῶν τεχνιτῶν λέγει καί, ὅτι τὸ «σταφύλῃ ἐπὶ νῶτον ἐΐσας» βαρύνεται ὡς Νιόβη. ἔστι γάρ, φησίν, οὐχ' ὅμοιον τῷ συκῆ· τοῦτο μὲν γὰρ διαιρεῖται συκέη, ἐκεῖνο δὲ οὐ διαιρεῖται. Λέγει δὲ ὁ Πτολεμαῖος τοῦτο διὰ τὸ μηδὲ τὴν ὀπώραν, τὴν σταφυλήν, δεῖν εἶναι ὀξύνεσθαι ἀλλὰ περισπᾶσθαι, οἷα τῶν τοιούτων εἰς λη θηλυκῶν, ἃ παραλήγεται τῷ υ, περισπωμένων κατὰ Ἡρακλείδην, [φάμενον ἡμαρτῆσθαι παρὰ τοῖς ἑλληνίζουσι τὸ σταφυλή ὀξυνόμενον. ὅσα γὰρ τοιαῦτα παρατελευτῶνται τῷ υ, περισπῶνται. καὶ λέγει καὶ κανόνα τινὰ εἰς τοῦτο ἐκεῖνος.] (v. 766) Τὸ δέ «ἐν Πηρείῃ» ἀμφιβέβληται. τινὰ μὲν γὰρ ἀντίγραφα διὰ διφθόγγου τὴν ἄρχουσαν ἔχουσι, τὴν δὲ παραλήγουσαν διὰ μόνου διχρόνου. αἰτία δέ τις οὐ παραδέδοται τῆς τοιαύτης γραφῆς. ἐν δὲ ἑτέροις ἡ μὲν ἀρχὴ τὸ η ἔχει, ἐν διφθόγγῳ δὲ ἡ παράληξις γίνεται. καὶ εὕρηται οὕτω καὶ ἐν τῇ κατὰ στοιχεῖον Συλλογῇ τῶν Ἐθνικῶν, ἔνθα κεῖται, ὅτι Πήρεια χωρίον Θετταλικόν, ὅπερ τυχὸν ἑλῶδες ἦν καὶ ἀγαθὸν τρέφειν ἵππους. Ἀπόλλων δὲ τὰς Εὐμήλου ἔθρεψεν ἵππους, ὡς νομεύς, καί, ὡς θητεύσας, φασί, τῷ Ἀδμήτῳ, ἢ κατὰ ἔρωτα ἢ ἐξ ἀνάγκης τοῦ Διός, οἷα πεφονευκὼς τοὺς Κύκλωπας, οὐ τοὺς ἐν Ὀδυσσείᾳ, ἑτέρους δὲ δηλαδή, περὶ ὧν προγέγραπται. εἰ δέ, ὡς εἴρηται, ἔθρεψεν Ἀπόλλων,