Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.535
Not analysed yet
οὐκ ἄρα μόνον ἀπόλλυσιν, ὥσπερ καὶ προδεδήλωται, ἀλλὰ καὶ μάλιστα ζωογόνος λάμπει καὶ θάλπει, ὡς οὔλιος, ὅ ἐστιν ὑγείας ποιητικός, καθὰ καὶ αὐτὸ προείρηται. (v. 767) Θήλειαι δὲ ἦσαν αἱ ῥηθεῖσαι ἵπποι, ὡς καὶ ἡ βασιλικὴ Αἴθη. καὶ ὅσα τις ἐρεῖ πρὸς ἔπαινον ἐκείνης, ἁρμόττει καὶ ταύταις. οὐ γὰρ σκορακιστέον τὰ θήλεα τῶν ζῴων ὡς μὴ χρηστὰ εἰς ἔργον. οἱ δὲ παλαιοὶ ἐνταῦθά φασιν, ὅτι, ἐπειδὴ ἱκανὸν πρὸς νίκην τὸ ἱππικόν, οὐ μόνον ἄρρενας ἀλλὰ καὶ θηλείας ἤγαγον εἰς Τροίαν οἱ Ἀχαιοί, οὐ μόνον ἀφθονίας τοῦ γένους χάριν, ἀλλὰ καὶ ὅπως οἱ ἄρρενες ῥυθμίζοιντο μὴ ἐξοιστρᾶσθαι (ἔστι γὰρ μάλιστα αἰσθανόμενον ὁ ἵππος) διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις. Οἱ αὐτοὶ δὲ κἀκεῖνό φασι περὶ τοῦ «ὄτριχας οἰέτεας σταφύλῃ τὸν νῶτον ἐΐσας, ἄμφω θηλείας, φόβον Ἄρεος φορεούσας», ὅτι συντόμως πᾶσαν ἵππων διαφορὰν περιέλαβε. διαφέρουσι γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χροιᾷ, μεγέθει, γένει, δυνάμει, ὧν ἡλικίαν μὲν δηλοῖ τὸ οἰέτεας, χροιὰν δὲ τὸ ὄτριχας, μέγεθος δὲ τὸ σταφύλῃ ἴσας, ὅπερ τινὲς οὐ διαβήτην τὸν ἀνωτέρω ῥηθέντα ἐνόησαν, ἀλλὰ στάθμην, ἥτις, φασίν, ἐστὶ σχοινίον λεπτὸν χριόμενον μίλτῳ ἢ μέλανι, ᾧ συνηγούμενοι ἀπορθοῦσι τὰ ξύλα. καὶ οὕτω μὲν ἡ σταφύλη ἡλικίαν δηλοῖ, γένος δὲ τὸ «ἄμφω θηλείας», δύναμιν δὲ τὸ «φόβον Ἄρεος φορεούσας». λέγει γὰρ δεινὰς αὐτὰς εἶναι πονεῖσθαι περὶ πόλεμον. Ἀλλαχοῦ μὲν γὰρ ἵππων ἀρετὴν ἐκτιθέμενος δεξιοὺς εἶπεν εἶναι διώκειν καὶ αὖθις ἐν καιρῷ φέβεσθαι ἤτοι φεύγειν, ἀταράχως δηλαδή. ἐνταῦθα δὲ τῷ τοῦ φόβου ὀνόματι, ἤτοι τῆς ἐν δέοντι φυγῆς, ἀφῆκε κατὰ λόγον συντομίας συννοεῖσθαι καὶ τὸ διώκειν. ὁ δὲ ῥηθεὶς φόβος καὶ ταχυτῆτα ἵππων ἔοικε δηλοῦν, ὡς πολλῶν τοὺς ταχεῖς ἵππους λεγόντων φεύγειν, ὅ ἐστι συντόνως τρέχειν, οἷα τῶν φευγόντων μάλιστα τὸν δρόμον ἐπιτεινόντων, ὡς δηλοῖ καὶ παροιμία ἡ ἐπ' ἀνθρώπων λέγουσα «θέειν τὸν περὶ ψυχῆς», ὁποῖόν τι καὶ παρὰ Ἡροδότῳ δηλοῖ τὸ «περὶ τοῦ παντὸς ἤδη δρόμου θέοντες». καὶ αὐτὸ γὰρ ἐπὶ ἀνθρώπων τὸν περὶ ψυχῆς δρόμον ἐμφαίνει. Τινὲς δὲ τὸ «φόβον Ἄρεος φορεούσας» εἶπον ἀντὶ τοῦ ἀπτοήτως φευγούσας, ἕτεροι δὲ τὰς μὴ φοβουμένας. ὡς γὰρ λύπην φέρειν τὸ μὴ λυπεῖσθαι, οὕτω καὶ φόβον φέρειν τὸ μὴ φοβεῖσθαι. ἄλλοι φόβον Ἄρεος τὸν ἐκ σιδήρου καυτῆρα ἐνόησαν—Ἄρης γὰρ καὶ ὁ σίδηρος—ἵνα