Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.536
Not analysed yet
λέγῃ ἐγκεκαῦθαι αὐταῖς ἀπὸ σιδήρου σφραγῖδα. ἤρεσε δέ τισι καὶ δόρυ ἐνταῦθα εἰπεῖν τὸν τοῦ Ἄρεος φόβον, ὡς δόρατος ἐγκεκαυμένου αὐταῖς εἰς ἐπίσημον. ὅρα δέ, ὅτι περὶ μὲν τὰς Εὐμήλου ἵππους πλέον ἀπησχόλησεν ἑαυτὴν ἡ Μοῦσα, τοὺς δὲ τοῦ Ἀχιλλέως ἐν ὀλιγίστῳ ἐσέμνυνε, παῦρα μὲν εἰποῦσα, μάλα δὲ λιγέως. ὡς γὰρ Ἀχιλλεὺς πολὺ φέρτερος ἀνδρῶν, οὕτως οἱ αὐτοῦ ἵπποι φέρτεροι δηλαδὴ τῶν λοιπῶν ἵππων, εἰ καὶ ὁ ποιητὴς ἐνέλειψε τοῦτο εἰπεῖν διὰ τὸ πάντῃ σαφὲς [ἢ καὶ διὰ τὸ εὐλόγως ὑπονοεῖσθαι, ὡς ὁ εἰς πᾶν ἀμύμων Ἀχιλλεὺς καὶ ὄχ' ἄριστος, ταὐτὸν δ' εἰπεῖν καὶ μέγ' ἄριστος, ἀνάλογον ἄν, ὡς εἰκός, ἐχρῆτο καὶ ἵπποις, οἳ οὐκ ἂν ᾔσχυνον αὐτῷ τὴν ἀρετήν.] Ἐνταῦθα δὲ σημείωσαι, ὅτι βραχὺς ἔπαινος ἀντισηκῶσαί ποτε δύναται πρὸς πλατὺ ἐγκώμιον. οὐ γὰρ οὕτω σεμνὰ τὰ πολλὰ τὰ ἐπὶ ταῖς Εὐμήλου ἵπποις, ὡς ὁ ἐπίτροχος οὗτος ἔπαινος τῶν Ἀχιλλέως ἵππων. παραφράσαντα γὰρ τὸ τοῦ Εὐριπίδου εἰπεῖν, οὐ ποικίλων δεῖ τὸ αὐτόθεν μέγα ἑρμηνευμάτων. καὶ ἄλλως δέ, τούτους μὲν ὁ ἐπιὼν διαδείξει καιρός, ὥστε οὐ χρὴ νῦν πολυλογεῖν ἐπ' αὐτοῖς. αἱ τοῦ Εὐμήλου δὲ οὐ πάνυ τι φανητιάσουσι, διὸ ἐδέησεν ἐπὶ πλέον ἐνταῦθα συστῆσαι αὐτάς. οὕτω καὶ τὸν Αἴαντα ἐν τῷ Καταλόγῳ πάντῃ ἀσεμνολόγητον εἴασε καὶ τὸν Ὀδυσσέα. αὐτὰ γὰρ ἐν τοῖς ἑξῆς τὰ μεγάλα ἔργα σεμνυνεῖ τοὺς ἥρωας. [ὅτι δὲ οὐ τέθριππον ἀπήρτιζον αἱ καλαὶ ἵπποι τοῦ Εὐμήλου, ἀλλὰ δύο μόναι αὐτῷ ἦσαν, δηλοῦται ἐν τῷ «ἄμφω θηλείας».] Ὅρα δὲ καί, ὅτι οὐκ εὐθὺς μετὰ τὰς ἵππους Εὐμήλου ἔθετο τοὺς τοῦ Ἀχιλλέως, ἀλλὰ μεσολαβήσας τὸν Τελαμώνιον καὶ τὸν Ἀχιλλέα, εἶτα τοὺς αὐτοῦ ἵππους ἐξεφώνησε. Τοῦτο δὲ καὶ σχῆμα καινότερον ἐποίησε καὶ εὐκρίνειαν δὲ εἰργάσατο τῇ συνεχείᾳ τοῦ λόγου. παρέθετο γὰρ τῷ περὶ Ἀχιλλέως λόγῳ τοὺς αὐτοῦ ἵππους. πεποίηκε δὲ καὶ συντομίαν τῇ ἐλλείψει, ὡς πρὸ ὀλίγου γέγραπται. Οὕτω δὲ περιώνυμος καὶ τὰ εἰς τροφὴν ἵππων ὁ Ἀχιλλεύς, ὥστε καὶ κριθαὶ Ἀχίλλειαι λέγονται, ὁποίας ἂν ἤσθιον οἱ Ἀχιλλέως ἵπποι, ὥσπερ δὴ καὶ σπόγγος Ἀχίλλειος λεπτότατος, φασί, καὶ πυκνότατος καὶ ἰσχυρότατος, ὃν ὑπὸ τὰ κράνη καὶ τὰς κνημῖδας τιθέασιν. ὃς καὶ ἧττον πληγεὶς ποιεῖ, φασί, ψόφον. σπανιώτατοι δὲ οἱ τοιοῦτοι, φασί, γίνονται. [Λέγεται δὲ καὶ ἐν Μιλήτῳ κρήνη εἶναι, ἥτις Ἀχίλλειος ἐκαλεῖτο, ἧς τὸ μὲν ῥεῦμα γλυκύτατον, τὸ δ' ἐφεστηκὸς ἁλμυρόν. ἀφ' ἧς καὶ περιρράνασθαί φασι τὸν ἥρωα οἱ Μιλήσιοι, ὅτε ἀπέκτεινε Τράμβηλον, τὸν τῶν Λελέγων βασιλέα, οὗ μνεία καὶ ἐν τοῖς κατὰ τὸν Λυκόφρονα. Ἰστέον δέ, ὡς, εἴγε τῷ γλυκεῖ ἐφέστηκεν, ὡς ἐρρέθη, προσεχῶς τὸ ἁλμυρόν, καινὸν οὐδὲν καὶ τὸν Τιταρήσιον