Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.537
Not analysed yet
ἐπιτρέχειν ἄμικτον τῷ Πηνειῷ διὰ τὸ ἐλαιῶδες, ὡς ἐν τοῖς εἰς τὴν Βοιωτίαν γέγραπται. οὕτω δὲ καὶ ἐν τῇ νήσῳ Τήνῳ κρήνη λέγεται εἶναι, ἧς τῷ ὕδατι οἶνος οὐ μίσγεται.] (v. 768 s.) Τὸ δέ «μέγα ἄριστος» ταὐτὸν τῷ πρὸ μικροῦ ῥηθέντι τῷ «ὄχ' ἄριστος». [Ἴσως δὲ πλεῖόν τι τούτου ἐκεῖνο δηλοῖ. διὸ ζητήσας τὸν ὄχ' ἄριστον καὶ μαθὼν μέγ' ἄριστον εἶναι τὸν Αἴαντα, ὡς καὶ μέγ' ἀρίστας ἵππους τὰς τοῦ Εὐμήλου, οὐκ ἠξίωσε τὸν Ἀχιλλέα οὕτω καλέσαι ἀλλὰ πολὺ φέρτατον, ὡς τοῦτο ὂν τὸ ὄχ' ἄριστος. δοκοῦσι δὲ καὶ οἱ τοῦ Ἀχιλλέως ἵπποι τοῦτο ἔχειν.] ὅρα δὲ καί, ὅτι τὸ φορέεσκον, ἤτοι ἐφόρουν καὶ ἔφερον, ἐπὶ ἐμψύχου ἐνταῦθα κεῖται, τοῦ Ἀχιλλέως δηλαδή. (v. 772—9) Ὅτι ἐν μὲν τοῖς ἑξῆς ἀπομηνῖσαι τὸν Ἀχιλλέα ὁ ποιητὴς ἐρεῖ, τουτέστιν ἀποθέσθαι τὴν μῆνιν, ἐνταῦθα δὲ εἰπών, ὅτι ἐν νήεσσιν ἔκειτο ἀπομηνίσας Ἀγαμέμνονι, τὴν ἐπιμονὴν δηλοῖ τῆς μήνιδος. κεῖται γὰρ ἡ ἀπο πρόθεσις ἀργή, ὡς καὶ ὅτε τις λέγει ἀπομνημονεύειν χάριτος, ἐξ οὗ καὶ τὸ ἀπομνημόνευμα. οὕτω δὲ καὶ τὸ ἀπαντᾶν ἀδιάφορον πρὸς τὸ ἀντᾶν καὶ τὸ ἄνδρ' ἀπαμύνασθαι ἀντὶ τοῦ ἀμύνασθαι· ὅμοιον δὲ καὶ τὸ ἀπέχθεσθαι. περιττὴ δὲ ὁμοίως ἡ πρόθεσις καὶ ἐν τῷ ἀπ' οὐρανόθεν καὶ ἀπονόσφι. [Ὅτι δ' ἐνταῦθα τὸ ἀπομηνῖσαι ταὐτόν ἐστι τῷ μηνῖσαι, δῆλον ἐξ Ὁμήρου εἰπόντος ἀνωτέρω μέγ' ἄριστον Αἴαντα εἶναι, ὄφρ' Ἀχιλλεὺς μήνιε, καὶ ἐπαγαγόντος τὸ ἀπομηνίσας ταὐτὸν ὂν τῷ μηνίσας.] Πάνυ δὲ ἐν τῇ Βοιωτίᾳ κατεπύκνωσε τὸν λόγον τῇ τοῦ Ἀχιλλέως μνήμῃ, ὅσγε καὶ νῦν μάλιστα μνείαν ἔχει αὐτοῦ καὶ τῶν περὶ αὐτὸν λέγων, ὅτι «λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης», ὅ ἐστιν αἰγιαλῷ, διὰ τὴν ἐκ πολέμου ἀργίαν, «δίσκοισι τέρποντο καὶ αἰγανέῃσιν ἱέντες τόξοισί τε· ἵπποι δὲ παρ' ἅρμασιν [οἷσιν», ἤγουν ἰδίοις,] «ἕκαστος λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον [ἕστασαν,] ἅρματα δ' εὖ πεπυκασμένα κεῖτο [ἀνάκτων] ἐν κλισίῃς· οἳ δ' ἀρχὸν ἀρηΐφιλον ποθέοντες φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδ' ἐμάχοντο». καὶ ὅρα τὸ «ἀρχὸν ποθέοντες», ὡς οὐ μόνον ἐπὶ τεθνεῶτος ἀρχηγοῦ λέγεται, καθὰ ἐπὶ Πρωτεσιλάου, ἀλλὰ καὶ ἐπὶ ζῶντος. οὕτω γὰρ καὶ τὸν Φιλοκτήτην ἐπόθουν οἱ αὐτοῦ καὶ τὸν Ἀχιλλέα οἱ περὶ αὐτόν. (v. 774) Δίσκοι δέ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, λίθοι στρογγύλοι, οὓς χειριζόμενοι ἐρρίπτουν εἰς μῆκος οἱ γυμναζόμενοι. εἰ δὲ ἦν ἐκ σιδήρου, σόλος τὸ τοιοῦτον ἐλέγετο. γίνεται δὲ δίσκος ἀπὸ τοῦ δίκω, τὸ βάλλω καὶ ἀφίημι, πλεονασμῷ τοῦ σ. ἐκ τούτου δὲ καὶ δίκτυον, τὸ κατὰ ὑγροῦ ἀφιέμενον, ὡς καὶ