Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.538
Not analysed yet
βόλος ἀπὸ τοῦ βάλλειν. Αἰγανέα δὲ εἶδος ἀκοντίου ἐλαφροῦ παρὰ τὸ ἄγαν ἵεσθαι, ἤτοι πέμπεσθαι, ἢ διὰ τὸ δεξιὸν εἶναι εἰς θήραν αἰγῶν κατὰ τοὺς παλαιούς, οἵ φασι καί, ὅτι αἰγανέα, ἧς ἡ ἀγκύλη ἐξ αἰγείου δορᾶς. Λέγουσι δὲ ἀγκύλην τὴν τῆς αἰγανέας λαβήν. κεῖται δὲ ὁ στίχος οὗτος καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τῶν μνηστήρων. διὸ καὶ λέγουσιν ἐνταῦθα οἱ παλαιοὶ ἐπαινοῦντες τὴν τοιαύτην γυμναστικήν, ὅτι χρὴ τοὺς εἰωθότας κινεῖσθαι μὴ ἀγυμναστεῖν. οὐ γὰρ ἂν λοιμώξαιεν. καὶ μετ' ὀλίγα, ὅτι, εἴγε καὶ μνηστῆρες γυμνάζονται καὶ τὰ ἑξῆς. Σημείωσαι δέ, ὅτι, ὥσπερ εἶδος ἀκοντίου ἡ αἰγανέα, οὕτω καὶ σίγυμνον παρὰ Λυκόφρονι καὶ γαῖος ἢ γαῖον, δόρυ ὁλοσίδηρον, παρὰ Παυσανίᾳ, ἢ ἐμβόλειον ὁλοσίδηρον. καὶ ἡ ἀγκύλη δὲ ἀκόντιόν ἐστί τι, ὅθεν καὶ οἱ ἀκοντισταὶ ἀγκυλισταί. ἀπ' αὐτῆς δὲ καί τι ἑκηβόλον μεσάγκυλον παρωνόμασται, ὡς δηλοῖ παρ' Εὐριπίδῃ τὸ «πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις σφενδόναις θ' ἑκηβόλοις». Ἴσως δὲ πολυωνυμίας λόγῳ ταὐτόν ἐστιν ἀγκύλην εἰπεῖν καὶ μεσάγκυλον. τὸ δὲ ῥηθὲν σίγυμνον σίγυννον ἕτεροι γράφουσιν, ὡς Ἀπολλώνιος· «σιγύννους ἰθὺς ἀνασχόμενοι», καί φασιν ἀσπιδίσκια ἤγουν μικρὰ πελτάρια τὴν λέξιν ἀλλαχοῦ σημαίνειν, ἐνταῦθα δὲ δόρατα ὁλοσίδηρα, καὶ εἰς μὲν σημασίαν εὖ σφυρηλατοῦσιν αὐτὰ λέγοντες καὶ Κυπρίων γλώσσης εἶναι. βάπτουσι δὲ εἰς ἐτυμολογίαν οὐ μαλθακὴν φάμενοι συϊκαινά τινα εἶναι αὐτά, ὡς δεξιὰ εἰς τὸ σύας καίνειν. Ἔτι ἰστέον καί, ὅτι ἀγκύλη οὐ μόνον ἡ ἀνωτέρω ῥηθεῖσα, ἀλλὰ καὶ ἡ καμπὴ τοῦ ἀγκῶνος καὶ ποτηρίου γένος χρήσιμον εἰς κοτάβους παρὰ τὸ ἀγκύλον, τὸ ἐπικαμπὲς καὶ στρεβλὸν καὶ σκολιὸν καὶ ἐπικεκλασμένον. ἠγκύλουν