Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.55
Not analysed yet
περὶ τῆς νήσου ταύτης καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἡ δὲ Κίλλα πολίχνιον μὲν ἦν Τρωϊκὸν κείμενον περί που τὴν Ἀτραμυττηνὴν χώραν, ἠφάνισται δέ. τὸ δὲ ὄνομα ἔσχεν ἀπό τινος ἡνιοχοῦντος τῷ Πέλοπι, ὃς Κίλλας μὲν ἐκαλεῖτο· αὐτόθι δὲ τεθνεὼς καὶ ταφεὶς ἐτιμήθη πρὸς τοῦ Πέλοπος κτίσματι πόλεως, ἥτις δι' ἐκεῖνον Κίλλα ἐκλήθη. καὶ ἀπ' αὐτοῦ Κιλλαῖος Ἀπόλλων αὐτόθι καὶ ποταμός. ἔοικε δὲ ὁ Κίλλας διὰ τοῦ ντ κλίνεσθαι ὡς τὸ Πάλλας Πάλλαντος. διὸ καὶ οἱ κατὰ τὴν Κίλλαν ταύτην Κίλλαντες ἐκαλοῦντο. ἐν δὲ τοῖς τοῦ Πορφυρίου φέρεται, ὅτι ἡ Κίλλα εἶχεν ἱερόν, ὃ διέστηκε θαλάσσης πλέθρα τέσσαρα, πρόσχωμα ποιοῦντος μεταξὺ αὐτοῦ καὶ Χρύσης ποταμοῦ, ᾧ ὄνομα Κίλλαιος· καὶ ὅτι δοκεῖ Πέλοπος εἶναι ἡνίοχος ὁ Κίλλας καὶ αὐτὸς ποιῆσαι τὸ ῥηθὲν ἱερόν, πρὸς ᾧ καὶ μνῆμα Κίλλου· ἀφ' οὗ καὶ Κίλικες, φησίν, οἱ τὸ Θήβης πεδίον οἰκοῦντες. οὐ γὰρ Θηβαίους αὐτοὺς Ὅμηρος, ἀλλὰ Κίλικάς φησιν, ἑτερωνύμως δηλαδή, ὡς καὶ ἐπὶ ἄλλων ἐθνικῶν ὀνομάτων δειχθήσεται γινόμενον. φασὶ δὲ οἱ παλαιοὶ καὶ ἄλλην τινά που Κίλλαν εἶναι κατὰ τὴν Ἰουδαίαν, ἧς οἱ πολῖται Κιλλῆται καὶ Κιλλανοὶ ἐλέγοντο. πολλὰ δὲ τῶν ἀντιγράφων τὸ Κίλλας Κίλλος γράφουσιν ὡς Ὕλλος. συντομώτατον δὲ τοῦ Γεωγράφου ἐκεῖνο· Κίλλου μνῆμα ἐν τῷ ἱερῷ τοῦ Κιλλαίου Ἀπόλλωνος χῶμα μέγα. ἡνίοχος δὲ ἦν Πέλοπος ἡγησάμενος τῶν τόπων· ἀφ' οὗ ἴσως, φησί, καὶ ἡ ἐκεῖ Κιλικία ἢ ἀνάπαλιν. ἀλλαχοῦ δὲ γράφει, ὅτι ἐν τῇ Ἀδραμυττηνῇ χώρᾳ καὶ ἡ Χρύση καὶ ἡ Κίλλα. ἦν δὲ καί τις τόπος ἄλλος Κίλλα πλησίον Θήβης, ἐν ᾧ Κιλλαίου Ἀπόλλωνος ἱερόν, ὅπου ποταμὸς ἐξ Ἴδης φέρεται ὁ Κίλλος. ἦν δέ, φησί, καὶ ἐν Λέσβῳ Κίλλαιον καὶ περί που τὰ Γάργαρα Κίλλαιον ὄρος. ἡ δὲ Χρύση πόλις μὲν ἦν καὶ αὐτὴ ὁμοίως Ἀδραμυττηνὴ πλησίον Θήβης τῆς μετὰ ταῦτα ῥηθησομένης. οὐκ ἔστι δὲ ἄρτι οὐδ' αὐτὴ πάλαι ἀφανισθεῖσα, ὡς ἡ ἱστορία φησίν. ὅτι δὲ κοινῶς μὲν Χρῦσα, Ἰωνικῶς δὲ Χρύση· καὶ ὅτι πολλαὶ Χρῦσαι λέγονται, δηλοῦσιν οἱ παλαιοί. ἐγγύς τε γὰρ Λήμνου πόλιν Χρύσην ἱστοροῦσι καὶ περὶ Σκῦρον καὶ ἐν Ἑλλησπόντῳ οὐ μακρὰν Ἀβύδου. ἐλέγετο δέ, φασί, Χρύση καὶ ἀκρωτήριον περὶ τὴν Ἡφαιστίαν τῆς Λήμνου βλέπον πρὸς Τένεδον. ὅτι δὲ ἡ Ὁμηρικὴ Χρύση τῶν ἀνωτέρω ῥηθέντων Κιλίκων ἦν, ἐν τοῖς ἑξῆς μετ' ὀλίγα δηλωθήσεται. παραλία δὲ ἦν, ὡς δηλοῖ καὶ τὸ «Χρῦσα πολίχνιον ἦν ἐπὶ θαλάσσῃ, ἔχον λιμένα». (v. 39) Ὅτι Σμινθεὺς Ἀπόλλωνος ἐπίθετον. καὶ οἱ μέν