Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.549
Not analysed yet
Ἡρόδωρος καὶ Ἀπίων, ὅτι ἔμφασιν μὲν ἔχει πολλῶν πυλῶν, μία δέ ἐστι, καὶ ὅτι ἐστὶ τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι. βούλονται οὖν τοῦτο λέγεσθαι ὑπὸ τοῦ ποιητοῦ, ὅτι ὁ εἷς πυλεών, ὁ τὴν Τροίαν ἀνοίγων, εἰς πλάτος διεπετάσθη κατ' ἄμφω τὰς πύλας, εἰς ὅσον ἐνεχώρει, ὥστε κατ' αὐτοὺς οὐ πλῆθος ἀλλὰ ποιότητα δύο θυρῶν ἀνοίγματος τὸ πᾶσαι δηλοῖ. Τὸ δὲ ὠΐγνυντο γίνεται οὕτω· οἴγω, τὸ ἀνοίγω, καὶ πλεονασμῷ οἴγνω, ἐξ οὗ παράγωγον οἰγνύω, ἀφ' οὗ οἴγνυμι, οὗ παθητικὸς παρατατικὸς ὠϊγνύμην καὶ τρίτον πληθυντικὸν ὠΐγνυντο. οὕτω καὶ θόρω, τὸ πηδῶ, θόρνω, θορνύω, θόρνυμι καὶ ἄλλα μυρία, ὥς που γέγραπται. (v. 810) Τὸ δὲ ὀρυμαγδός, ὅτι καὶ ὀρυγμαδός λέγεται μεταθέσει τοῦ γ, πολλαχοῦ φαίνεται. δηλοῖ δὲ κυρίως μὲν τὸν ἐν ὄρει κτύπον, καταχρηστικῶς δὲ καὶ τὸν ὁπουδήποτε. ἡ δὲ τοῦ ῥηθέντος τόπου ἤτοι στρατοπέδου ἔκθεσις τοιαύτη· (v. 811—5) «Ἔστι δέ τις προπάροιθε πόληος αἰπεῖα κολώνη ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα», τουτέστι κυκλοτερὴς καὶ πάντοθεν περιτρεχομένη. ταύτην «ἄνδρες μὲν Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δὲ σῆμα πολυσκάρθμοιο Μυρίννης». ἔνθα, φησί, τότε Τρῶές τε διεκρίθησαν καὶ οἱ αὐτῶν ἐπίκουροι. Καὶ σημείωσαι, ὅτι οὐδὲ οὗτος ὁ τοῦ μνημείου τόπος τοῖς βαρβάροις ἦν ἀγαθὸς οἰωνός, ὡς οὐδὲ ὁ τοῦ Αἰσυήτου τύμβος. διὸ τάχα καὶ ὁ ποιητὴς ὤκνησε τύμβον ἢ τάφον Μυρίννης εἰπεῖν, σῆμα δὲ ἐκάλεσεν εὐφημότερον, ὡς σημεῖον τινος κειμένου ἐκεῖ. Ὅρα δὲ καί, ὅπως εὐμεθόδως κἀνταῦθα ἱστορίαν παλαιὰν παρέρριψε τὴν περὶ Μυρίννης καὶ τὴν ῥηθεῖσαν κολώνην κατὰ τὸ παρέλκον ἐτοπογράφησε ποικιλίας χάριν καὶ πολυμαθείας καὶ τοῦτο ποιήσας. τόπον δὲ ὑψηλόν, ὥσπερ ἡ ἀλλαχοῦ Καλλικολώνη, οὕτω καὶ νῦν ἡ κολώνη δηλοῖ. ὅθεν παράγωγον ἡ κολώνεια, ὡς Ἀστυόχη Ἀστυόχεια. ἔχει δέ τι ἀπορίας, πῶς οὐκ ὀξύνεται ἡ κολώνη, εἴπερ ἀπὸ τοῦ κολωνός ὀξυτόνου γίνεται, ὃ δηλοῖ μέγα ὄρος κατὰ τοὺς παλαιούς. καὶ ἴσως ἔστιν εἰπεῖν, ὅτι συνεξηκολούθησε καὶ αὐτὸ τοῖς διὰ τοῦ ωνη θηλυκοῖς ὀνόμασιν, οἷον τῷ κορώνη, Μεθώνη καὶ τοῖς τοιούτοις. οὐκ εἰς ὀξὺ δὲ παντελῶς ἡ κολώνη λήγει, ἔχει δέ τι, ὡς εἰκός, ἄνω