Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.550
Not analysed yet
κολόβωμα τῆς ὀξύτητος. διὸ καὶ κολώνη λέγεται, ὡς ἀπὸ τοῦ κολούω, τὸ κολοβῶ. ταὐτὸν δὲ πάντως κολωνὸν κἀνταῦθα καὶ κολώνην εἰπεῖν. νικᾷ δὲ ὅμως τὸ Ὁμηρικόν, ᾧ καὶ Σοφοκλῆς ἀκολουθῶν κολώνην ἄκραν τάφου ἔφη, εὖ ἄλλως εἰδὼς τὴν ῥηθεῖσαν ταὐτότητα, καθότι Κολωνὸς μὲν δῆμος αὐτῷ ἐν Ἀθήναις, ὁ δὲ ἐκεῖθεν δημότης, ὁποῖος καὶ αὐτός, Κολώνηθεν ἐλέγετο φῦναι, οὐ Κολωνόθεν, ὡς ὅμοιον ὂν κολωνὸν καὶ κολώνην εἰπεῖν καὶ ἐκ Κολωνοῦ καὶ Κολώνηθεν. (v. 813) Ἐκαλεῖτο δὲ ἡ ῥηθεῖσα κολώνη ὁμωνύμως, φασίν, Ἀμαζόνι τινὶ ἐκεῖ τεθαμμένῃ δύο ποτέ, οἷα εἰκός, ἐχούσῃ ὀνόματα, ὧν τὸ μὲν εὐτελέστερον καί, ὡς οἱ παλαιοί φασι, δημωδέστερον ἀνθρώποις ἔγνωστο. τοιοῦτον δὲ ἡ Βάτεια καὶ ἡ Βατίεια λείως καὶ ἀφελῶς ἐκφωνούμενον. τὸ δὲ ὀγκηρότερον καὶ σεμνότερον ἢ καὶ κατὰ τοὺς παλαιοὺς ἀληθέστερον θεοῖς δέδοται, ὡς ἡ Ὁμηρικὴ Μοῦσά φησιν, ἤτοι ὁ θεόληπτος ποιητὴς καὶ ὡς οἷα μουσοτραφὴς τὴν τῶν θεῶν, φασίν, εἰδὼς διάλεκτον. οὕτω καὶ Βριάρεως καὶ Αἰγαίων, τὸ μὲν θεῖον ὄνομα κατὰ τὸν ποιητήν, τὸ δ' ἀνθρώπινον. τὸ δὲ ὅμοιον καὶ ἐπὶ ἑτέρων διωνυμιῶν. (v. 814) Ἡ δὲ Ὁμηρικὴ αὕτη Μύριννα κεῖται καὶ παρὰ Λυκόφρονι λεγομένη παρά τινων Τεύκρου θυγάτηρ, γυνὴ Δαρδάνου. ὁ δὲ Γεωγράφος μεμνημένος που ταύτης φησίν· «Ἔρμος ἀπέχει τῆς Κύμης ἑβδομήκοντα σταδίους. μεγίστη δὲ τῶν Αἰολικῶν καὶ ἀρίστη ἡ Κύμη ἀπὸ Ἀμαζόνος τὸ ὄνομα σχοῦσα, καθάπερ καὶ ἡ Μύριννα ἀπὸ τῆς ἐν τῷ Τρωϊκῷ πεδίῳ κειμένης ὑπὸ τῇ Βατιείᾳ». Ὥστε κατὰ τὴν ἱστορίαν ταύτην τοῦ Γεωγράφου οὐκ αὐτὴ ἐκείνη ἡ Ἀμαζὼν Μύριννα διώνυμος ἀλλ' ὁ τύμβος αὐτῆς, οὗ δύο ὀνόματα, ἡ Βατίεια τοπικὸν καὶ ἡ Μύριννα ἐκ τῆς κειμένης Μυρίννης ἐν τῇ Βατιείᾳ. ὅτι δὲ τόποι πολλοὶ Ἀμαζόνων εἰσὶν ἐπώνυμοι, δεδήλωται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. δοκεῖ δὲ καὶ ἡ Θεμίσκυρα ἐπωνομάσθαι Ἀμαζόνι, οἰκητήριον καὶ αὐτὴ Ἀμαζόνων γενομένη ποτέ, παρ' ᾗ καὶ εἰσέτι νῦν τόπος τις ταῖς Ἀμαζόσιν ἐπωνόμασται. Ἱστορεῖ δὲ ὁ Γεωγράφος καί, ὅτι Βάτεια ἀπὸ Βατείας προσηγόρευται, τῆς Δαρδάνου γυναικός, ἧς καὶ Ἀρριανὸς μεμνημένος φησίν, ὅτι