Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.56
Not analysed yet
φασιν ἀπὸ Σμίνθης πόλεως περὶ Τροίαν, ὡς καὶ ὁ τὰ Ἐθνικὰ ἐπιτέμνων φησίν· ἧσπερ ὁ πολίτης καὶ Σμινθαῖος λέγεται καὶ Σμινθεύς, [ὡς εἶναι οὕτω Σμινθέα τὸν ἐν τῇ πόλει Σμίνθῃ τιμώμενον.] οἱ δὲ ἀπὸ τῶν σμίνθων, ὃ δηλοῖ τοὺς μύας, αὐτὸν οὕτω καλεῖσθαί φασι. δοκεῖ γάρ ποτε ἀναιρέτης γενέσθαι σμίνθων βλαπτόντων τοὺς ἐκεῖ, ὡς διὰ τοῦτο ναόν τε αὐτοῦ ἱδρυθῆναι καὶ αὐτὸν Σμινθέα κληθῆναι διὰ τοὺς ἀποσοβηθέντας μύας, οὓς οἱ ἐγχώριοι σμίνθους ἐκάλουν. φησὶ γὰρ ἡ ἱστορία, ὅτι ἐν τῇ Χρύσῃ Σμινθέως ἐστὶν ἱερὸν καὶ μῦς ὑπόκειται τῷ ποδὶ τοῦ ξοάνου, Σκόπα ἔργον τοῦ Παρίου, τὸ σύμβολον τὸ τὴν ἐτυμότητα σῷζον τοῦ ὀνόματος, ἤγουν ἐν ᾧ κεῖται ἡ τοῦ Σμινθέως ἐτυμολογία. ἡ δὲ τοῦτο λέγουσα ἱστορία καὶ τοξευθῆναι ὑπ' Ἀπόλλωνος τοὺς μύας λέγει καὶ τὸ λήϊον ἐκτίθεται τὸ ὑπ' ἐκείνων βλαπτόμενον λέγουσα ὅτι Κρίνιδος ἦν τινος, ὃς ἱερᾶτο Ἀπόλλωνι. [πρὸς ὃν Κρίνιδα ἔχει πως οἰκείως ὁ Χρύσης. ἐκεῖνός τε γὰρ εὖ ἔπαθεν ὑπὸ τοῦ Φοίβου ἐφ' οἷς μύες τὰ ἐκείνου σινόμενοι λήϊα κατετοξεύθησαν. διὸ καὶ Σμινθέως ταὐτὸν δ' εἰπεῖν μυοκτόνου Ἀπόλλωνος ἱδρύσατο ἱερόν. καὶ οὗτος ὁ Χρύσης, εἰ καὶ μὴ ἐφ' ὁμοίων, ἀλλ' ὅμως ἄλλως, ὡς ἐθέλει, προκαλεῖται τὸν Ἀπόλλω εἰς ἄμυναν, ὃ καὶ ὁ συνιερεὺς Κρῖνις πεποίηκεν.] Ὅτι δὲ καὶ μικρῶν τινων ἕνεκεν μεγάλας ἤθελον χάριτας ὄφλειν οἱ παλαιοὶ τοῖς ἐκδικηταῖς καὶ ὅτι ἐξ αὐτῶν ἐκείνους παρωνόμαζον, δηλοῦσιν αἱ ἱστορίαι. οἱ γὰρ περὶ Τραχῖνα Οἰταῖοι Κορνοπίωνα λέγονται τιμᾶν Ἡρακλέα χάριν ἀκρίδων ἀπαλλαγῆς ἤτοι παρνόπων, οὓς ἐκεῖνοι κόρνοπας λέγουσιν. Ἐρυθραῖοι δὲ Ἡρακλῆν Ἰποκτόνον σεβάζονται ὡς φθείροντα τοὺς ἀμπελοφάγους ἶπας, Ῥόδιοι δὲ Ἀπόλλωνα Ἐρυθίβιον, τὴν ἐρυσίβην ἐρυθίβην καλοῦντες. οὕτως οὖν ἀπὸ μικρῶν ἡ κλῆσις καὶ τῷ Σμινθεῖ Ἀπόλλωνι· ἀπὸ σμίνθων γάρ, οἵπερ μύες εἰσίν. οὕτω δὲ ἄξιος λόγου τοῖς παλαιοῖς ἐδόκει ὁ περὶ τοῦ Σμινθέως Ἀπόλλωνος μῦθος, ὥστε καὶ λόγοι Σμινθιακοὶ ἐγράφοντο καὶ μέθοδος ἦν εἰς τούτους ῥητορική. οἱ δέ τινες ἄλλην ἱστορίαν ἐκτίθενται περὶ τοῦ Σμινθέως λέγοντες ὅτι Τεῦκροι, Κρῆτες ἄνδρες, εἰς ἀποικίαν στελλόμενοι χρῶνται Ἀπόλλωνι. ὁ δὲ ἀποφοιβάζει ἐκεῖσε καταμενεῖν αὐτοὺς καὶ στῆσαι τὴν εἰς ἀποικίαν ὁδοιπορίαν, ἔνθα γηγενεῖς αὐτοῖς ἀντιπέσωσι. στέλλονται οὖν καὶ διαπεραιωσάμενοι προσβαίνουσι τοῖς Τρωϊκοῖς τόποις. καὶ οἱ μὲν ἐναγωνίως εἶχον, γηγενεῖς τινας καραδοκοῦντες ἄνδρας καὶ μεγάλην ἐκεῖθεν ἀντίταξιν. ὡς δὲ ὕπνος εἶχεν αὐτούς, ἐξέρπουσι γῆθεν μύες, οὓς αὐτοὶ σμίνθους ἐκάλουν κατὰ γλῶσσαν ἐγχώριον, καὶ κατατρώξαντες τοὺς τῶν ὅπλων ἀναφορεῖς ἤτοι τελαμῶνας καὶ πᾶν δέ, εἴ τι αὐτοῖς ἦν ἐκ ζῴων ἀποδαρέντων, εἰς ἀχρηστίαν ὅπλων