Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.551
Not analysed yet
Δάρδανος ἐκ Σάμου τῆς Θρᾳκίας ἐλθὼν τὰς τοῦ Τεύκρων βασιλέως θυγατέρας ἔγημε, Νησὼ καὶ Βάτειαν, καὶ ἐκ μὲν τῆς Νησοῦς ἦν αὐτῷ θυγάτηρ Σίβυλλα, ἡ μάντις, ἀφ' ἧς καὶ ἄλλαι γυναῖκες, ὅσαι ἐγένοντο μαντικαί, Σίβυλλαι ἐλέγοντο, οὐχ' ὡς πρὸς αἵματος αὐτῇ οὖσαι, ἀλλὰ διὰ τὴν ὁμοίαν θεοφορίαν τυχοῦσαι τῆς ἐπικλήσεως, ἐκ Βατείας δὲ Ἐριχθόνιος καὶ Ἶλος. μήποτε οὖν, ὥσπερ ὁ τῆς γεννησαμένης Βατείας τάφος κάτω τῆς Τροίας, οὕτω κατὰ ζῆλον καὶ ὁ τοῦ Ἴλου μέσον κὰπ πεδίον ἦν. ὅρα δὲ καί, ὅτι, ὡς δῆλον ἐκ τῶν προσεχῶς γραφέντων, πρωτότυπον ἡ Βάτεια· ὅθεν κατὰ πλεονασμὸν ἡ Βατίεια, ὁμοίως ἴσως τῷ ὑγεία ὑγίεια. Λέγει δὲ ὁ Γεωγράφος καί, ὅτι τεκμαίρονται Ἀμαζόνα ταύτην εἶναι τῷ ἐπιθέτῳ· εὔσκαρθμοι γὰρ ἵπποι, φασί, διὰ τὸ τάχος, κἀκείνη οὖν εὔσκαρθμος διὰ τὸ ἀπὸ τῆς ἡνιοχείας τάχος. ἱστορεῖ δὲ καὶ πόλιν Αἰολικὴν εἶναι τὴν ἀνωτέρω λεχθεῖσαν Μύρινναν, τὴν ὁμώνυμον τῇ ἐν τῷ Τρωϊκῷ πεδίῳ κειμένῃ Μυρίννῃ, ἥτις ἐν ἁπλότητι μὲν γράφεται τοῦ ρ, διπλόην δὲ ἔχει τοῦ νῦ, [κατὰ τὸ Ἤριννα καὶ Κόριννα], ἀπεναντίας τῇ μυρρίνῃ, τῷ δένδρῳ. αὐτὴ γὰρ μονάζει μὲν τὸ ν, διπλάζει δὲ τὸ ρ διὰ τὴν μυθικὴν Μύρραν, καί, διότι δὲ μυρσίνη λέγεται. διό, καθάπερ πυρσός πυρρός, ταρσὸς ταρρός, ὁ καλαθίσκος, οὕτω καὶ μυρσίνη μυρρίνη. Τινὲς δὲ Βάτειάν φασι πόλιν Τρωϊκὴν, παρονομαζομένην ἐκ τῶν περὶ αὐτὴν βάτων, [αἵπερ καὶ βάτειαι τρισυλλάβως λέγονται, ὡς ὁ Πίνδαρος δηλοῖ ἐν τῇ εἰς τὸν Ἀγησίαν ᾠδῇ.] Ἕτεροι δὲ ἐνδοιάζοντές φασιν οὕτω καλεῖσθαι ἴσως παρὰ τὸ βαίνεσθαι ἐν τοῖς πολέμοις. Πολύσκαρθμος δὲ ἡ, ὡς εἴρηται, ἡνιοχικὴ καὶ πολυκίνητος. Γίνεται γὰρ ἐκ τοῦ σκαίρω, τὸ πηδῶ, ὁ σκαρθμὸς πλεονάσαντος τοῦ θ, ὡς καὶ ἐν τῷ μηνιθμός καὶ κλαυθμός καὶ ὠρυθμός παρὰ Κοΐντῳ καὶ ἐν τοῖς ὁμοίοις. τινὲς δὲ τὸ πολύσκαρθμος πρὸς τὸν τόπον ἡρμήνευσαν, ὡς πολλῶν, φασίν, ἐνεργουμένων αὐτόθι ἐν τῷ πολέμῳ σκαρθμῶν, ὅ ἐστι κινήσεων ποδῶν. ἔστι δὲ κατὰ τοὺς παλαιοὺς σκαρθμὸς δρόμος, βάσις, πούς. ἕτεροι δὲ τὸ πολύσκαρθμος ἀντὶ τοῦ τραχεῖα ἐνόησαν. (v. 811) Τὸ δέ «ἔστι δέ τις αἰπεῖα κολώνη πρὸ τῆς Τροίας» σχῆμά ἐστι σαφηνείας διηγήμασι πρέπον, φίλον Ὁμήρῳ, ὡς καὶ τὸ «ἔστι πόλις