Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.552
Not analysed yet
Ἐφύρη» καὶ ἄλλα πολλά. (v. 816—8) Ὅτι Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαιόλος Ἕκτωρ Πριαμίδης, ἅμα τῷ γε», ἤγουν τούτῳ, «πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσιν», ἤγουν προθυμούμενοι τοῖς ἔγχεσι. τί δὲ προθυμούμενοι; πολεμίους ἀναιρεῖν ἢ φάλαγγας ῥήσσειν ἢ καὶ θώρακας ῥήξειν πολεμίων ἀμφὶ στήθεσιν, ὅπερ ἐπὶ μὲν τῶν Ἀβάντων ἐντελῶς εἶπεν, ἐνταῦθα δὲ ἐνέλειψε συνεπιτροχάζων καὶ τοῖς σχήμασι καὶ τὸ Τρωϊκὸν ἐμφαίνων καὶ οὕτως ἐναγώνιον, ὅσγε οὐδὲ δειπνούντων μέμνηται τῶν Τρώων οὐδὲ μὴν θυόντων, ἅπερ εὐλόγως πεποιήκασιν Ἕλληνες. (v. 816) Καὶ ὅρα, ὅτι μέγαν τὸν Ἕκτορα εἶπε κατὰ πολλὰς πάντως ἐννοίας, ὧν οὐδεμίαν ἀνεκάλυψε. Κορυθαιόλος δὲ παροξύνεται μὲν ὑπὸ τῶν παλαιῶν, δηλοῖ δὲ τὸν ἔχοντα αἰόλην κόρυθα, ἤγουν ποικίλην περικεφαλαίαν—εἰκὸς γὰρ αὐτῷ παρηλλάχθαι τὸν ὁπλισμόν—ἢ τὸν εὐκίνητον ἐν πολέμοις παρὰ [τὸ αἰόλον], τὸ ταχύ, ὅπερ ἀπὸ τοῦ αἰόλλω, τὸ κινῶ, γίνεται, ἵνα εἴη κορυθαιόλος ὁ αἰόλος εἰς μάχην μετὰ ὅπλων, ὡς ἀπὸ τῆς κόρυθος τὸ πᾶν εἰπεῖν. τοιούτου δὲ σημαινομένου ἐστὶ καὶ ὁ κορυθάϊξ. Ἰστέον δέ, ὅτι ἀπὸ τοῦ ῥηθέντος αἰόλλω καὶ ἀπαιόλη γίνεται, ἡ ἀπάτη καὶ ἀποστέρησις. Αἰσχύλος· «τέθνηκεν αἰσχρῶς χρημάτων ἀπαιόλῃ». ἐκεῖθεν δὲ καὶ ἀπαιόλημα τὸ ἀποπλάνημα καὶ ἀποκάθαρμα, ὃ καθαρολογήσας ἐν σαφηνείᾳ Σοφοκλῆς ἄλημά τε ἁπλῶς τὸν δόλιον καὶ αἱμύλον Ὀδυσσέα λέγει καὶ ἄλημα στρατοῦ, ᾧ παράκειται εἰς ἑρμηνείαν καὶ τὸ αἱμυλώτατον. καὶ οὕτω μὲν ὁ Ἕκτωρ τῶν Τρώων ἡγεῖτο. (v. 819—23) Δαρδανίων δέ, φησίν, ἦρχεν Αἰνείας, ὃν ὑπὸ Ἀγχίσῃ ἔτεκεν Ἀφροδίτη «Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα». οὐ μόνος δὲ αὐτός, ἀλλ' ἅμα τούτῳ δύο Ἀντηνορίδαι, Ἀρχέλοχος καὶ Ἀκάμας. ἴσως γάρ, φασίν, ὁ βασιλεὺς ὑποπτεύων τὸν Αἰνείαν, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα δηλώσει που ὁ ποιητής, φύλακας αὐτῷ συνέταξε. (v. 819) Καὶ ὅρα, ὅτι διαφορὰν οἶδε Δαρδάνων καὶ Τρώων, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ φανήσεται, ἢ φυλαδὸν διῃρημένων ἢ κατὰ σειρὰν τὴν ἀπὸ Τρωὸς καὶ Δαρδάνου, ἀφ' οὗ καὶ Δαρδανία, τόπος τις, καὶ κτίσμα δὲ Δάρδανος, ἀρχαῖον μέν, φασί, εὐκαταφρόνητον δέ. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι μετ' Ἄβυδον Δαρδανὶς ἄκρα καὶ πόλις Δάρδανος ἀπέχουσα ἑβδομήκοντα σταδίους τῆς Ἀβύδου, μεταξὺ δὲ ὁ Ῥόδιος ἐκπίπτει ποταμός. οὕτω δ' εὐκαταφρόνητος ἡ ῥηθεῖσα Δάρδανος ἦν,