Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.553
Not analysed yet
ὥστε οἱ Ῥωμαίων βασιλεῖς, οἱ μὲν μετῴκιζον αὐτὴν εἰς Ἄβυδον, οἱ δὲ εἰς τὸ ἀρχαῖον ἀνῴκιζον. μεσόγειοι δέ, φασίν, ὑπὸ τὴν Ἴδην οἱ Δάρδανοι. ὁ δ' αὐτὸς Γεωγράφος λέγει καί, ὅτι παρώρεια Τροίας ὑπὸ τὸν Αἰνείαν, ἣν Δαρδανίαν ἐκάλουν. εἰπόντος δὲ Ὁμήρου, ὡς Τρώων μὲν ἡγεῖτο Ἕκτωρ, Δαρδανίων δὲ ἦρχεν Αἰνείας, λέγουσιν οἱ Σχολιασταί, ὅτι δι' ἐθνῶν οὐ διὰ πόλεων ὀνομάζει τοὺς βαρβάρους. εἰ δὲ προϊὼν καὶ πόλεις τινὰς βαρβάρων καταλέγει, ἀλλὰ τὰ πλείω ἐθνικῶς προάγει ὡς ἐν στενῷ. τοὺς δὲ Δαρδανίους τὰ πλείω Δαρδάνους τρισυλλάβως λεγομένους ἔστιν εὑρεῖν, ὡς δηλοῖ καὶ τὸ «Τρῶες καὶ Δάρδανοι». Ὁ δὲ Πορφύριος λέγει καί, ὅτι Τρώων καὶ τῶν τούτοις συμμάχων ἡγοῦντο ἄνδρες εἴκοσι καὶ ὀκτὼ σὺν τοῖς ὕστερον ἐλθοῦσι. τούτων δέ, φησίν, ὀκτωκαίδεκα ἐν τῷ πολέμῳ καθ' Ὅμηρον ἀπέθανον. (v. 820) Ἀφροδίτης δὲ υἱὸς ὁ Αἰνείας μυθολογεῖται ὡς ἡδὺς καὶ ἐπέραστος καί, ὡς εἰπεῖν, ἐπαφρόδιτος καὶ πολὺ τὸ ἐπαγωγὸν ἔχων. διὸ καὶ ἐφιλεῖτο ὑπὸ τῶν Τρώων. ὅθεν καὶ τῷ βασιλεῖ ὢν ὕποπτος οὐδὲν ὅμως ἐβλάβη. (v. 821) Ἡ δὲ Ἴδη ὄρος Τροίας ὑψηλόν, πολλαχοῦ τῆς ποιήσεως ἐμφερόμενον, πολλοὺς ἔχουσα πρόποδας κατὰ τοὺς παλαιούς, σκολοπενδρώδης τὸ σχῆμα. Ἔστι δὲ Ἴδη καὶ Κρήτης. καὶ πᾶν δέ, φασίν, ὄρος ὑψηλὸν ὡς ἀπὸ τούτων Ἴδη ἐλέγετο, ὥσπερ καὶ πᾶν ὕδωρ Ἀχελῷος καὶ Ὠκεανὸς δὲ κατά τε Ὅμηρον καὶ τοὺς ὁμηρίζοντας, ἐν οἷς καὶ Εὐριπίδης εἰπών, ὡς πέτρα τις Ὠκεανοῦ ὕδωρ στάζει, τουτέστι πηγήν. Ὅτι δὲ καὶ Κρητική ἐστιν Ἴδη καὶ ὅτι ἀπὸ τῆς ἐν Κρήτῃ Ἴδης ἡ Τρωϊκὴ ὠνόμασται, καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ προγέγραπται. Ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Ἴδη τὸ ὄρος μέχρι Λεκτοῦ καθήκει, ἔστι δὲ ἀκρωτήριον γνώριμον τὸ Λεκτόν. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι ἐν τῇ Κρητικῇ Ἴδῃ σίδηρον εἰργάσαντο οἱ Ἰδαῖοι καλούμενοι Δάκτυλοι, διὰ τὸν ἀριθμὸν οὕτω κληθέντες. καὶ ὅτι κύκλος τοῦ τοιούτου ὄρους στάδιοι ἑξακόσιοι. (v. 821) Κνημοὶ δὲ ὄρους τὰ περὶ τοὺς πρόποδας, ὡς πρὸ ὀλίγου ἐγράφη. (v. 824—7) Ὅτι ὑπὸ πόδα νείατον Ἴδης, ὅ ἐστιν ἐν τῇ ἐσχάτῃ ὑπωρείᾳ τῆς Ἴδης, ἔναιον οἱ κατὰ Ζέλειαν «ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν