Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.554
Not analysed yet
Αἰσήποιο Τρῶες», ὧν ἦρχε Λυκάονος ἀγλαὸς υἱός, «Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε». Σημειοῦνται δὲ ἐνταῦθα οἱ παλαιοί, ὅτι ἡ μὲν κατὰ Πάνδαρον χώρα ὁμωνύμως τῇ ἐν τῷ Ξάνθῳ Λυκίᾳ καλεῖται, Τρῶες δὲ οἱ οἰκήτορες ἑτερωνύμως, ὅπερ καὶ ἐπὶ ἄλλων ἐδηλώθη γενέσθαι πρὸ τούτων. ὅτι δὲ τοιοῦτος Λύκιος ὁ Πάνδαρος καὶ ὅτι Λυκία ὑπ' αὐτῷ ἦν, ἐν ᾗ Ζέλεια, δηλοῖ τὸ «οὐδέ τις ἐν Λυκίῃ σοῦ εὔχεται κρείττων εἶναι». διὸ καὶ Λυκηγενεῖ Ἀπόλλωνι ἐν τοῖς ἑξῆς εὔξεται. Ῥητέον οὖν ἐν ὀλίγῳ, ὅτι οὐ μόνον Ζελειῶται οἱ τοῦ Πανδάρου, ἀλλὰ καὶ Τρῶες, ἤδη δὲ καὶ Λύκιοι· τριωνυμία οὖν ἐθνικὴ καὶ ἐνταῦθα, ὡς καὶ ἐπὶ τῶν Μυρμιδόνων προείρηται. Τὸ δὲ διπλοῦν ζ, ὡς οὐδ' ἐν τῇ δʹ, οὕτως οὐδ' ἐνταῦθα ἐκτείνει τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν. φησὶ γὰρ κατὰ δάκτυλον «οἳ δὲ Ζέλειαν ἔναιον». [Τοιοῦτον δὲ καὶ τὸ «ὑλήεντι Ζακύνθῳ». καὶ ἐκεῖ γὰρ ἀδυναμίαν ἔχει τὸ διπλοῦν ἐκτείνειν τὸ προηγούμενον αὐτοῦ δίχρονον διὰ μέτρου ἀνάγκην, καθ' ἣν καὶ ὁ Σκάμανδρος ἀδυνατεῖ ἔκτασιν ποιεῖν φωνήεντος βραχέος, ᾧ αὐτὸς ἐπάγεται. καὶ καλεῖται τὸ τοιοῦτον ὑπερμετρία, μία οὖσα τῶν παρὰ τοῖς παλαιοῖς τεθεωρημένων πέντε ἢ ἓξ κακιῶν τοῦ ἔπους. ἧς μέρος καὶ τὸ «Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ». καὶ αὐτὸ γὰρ ὑπερμετρίᾳ ὑποκεῖσθαι λέγεται διὰ τὸ πλεονάζειν χρόνῳ οὐκ ἔχοντι λόγον συνιζήσεως. ἀλλὰ τὸ μὲν τοιοῦτον πάθος ἔχοι ἂν λόγον κακίαν ἔπους εἶναι, καθὰ καὶ τὴν ὀλιγομετρίαν, ἣ θεωρεῖται ἐν στίχῳ ἐξ ὀλίγων μερῶν λόγου συγκειμένῳ, οἷον «κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ». εὐτελὲς γὰρ τὸ ἐκ δύο μερῶν λόγου, ἤγουν ὀνόματος καὶ συνδέσμου, ἡρῷον ἔπος συγκεκροτῆσθαι. τὸ δὲ καὶ τὴν πολυμετρίαν τρίτην εἶναι κακίαν ἔπους, καθ' ἣν στίχος ἀπήρτισται ἐκ πολλῶν μερῶν λόγου συγκείμενος, οἷον «ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν», ἀπορίαν προβάλλεται. εἰ γὰρ τὸ ἐκ πέντε μερῶν λόγου συντεθειμένον κακία ἔπους, διὰ τί μὴ πολλῷ πλέον τὸ ἐκ πάντων, ἐκεῖνο τὸ σπουδαιότατον· «πρὸς δέ με τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον» ἢ ἐλέαιρε. ἔστι δὲ ἴσως δυσπαράδεκτος. οὐδὲν ἧττον καὶ ἡ παραδεδομένη ἕκτη κακία διὰ τήν, ὥς φασι, τρίτην ἀπὸ τέλους ὀξεῖαν ἐν τῷ «οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε'