Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.555
Not analysed yet
ἔθηκεν». αἱ μέντοι λοιπαὶ δύο κακίαι, ἡ τετάρτη καὶ ἡ πέμπτη, φανοῦνταί που ἐν τοῖς ἑξῆς καὶ αὐταὶ κατά τι ἔλλογοι. καὶ τοιάδε μὲν ταῦτα.] Κεῖται δέ, φασίν, ἡ Ζέλεια ἐν παρωρείᾳ τῇ ὑστάτῃ τῆς Ἴδης κατὰ τὸ Ὁμηρικὸν τὸ «ὑπὸ πόδα νείατον Ἴδης», Κυζίκου μὲν ἀπέχουσα σταδίους ἑκατὸν ἐνενήκοντα, θαλάσσης δὲ τῆς ἐγγυτάτω, καθ' ἣν ἐκδίδωσιν ὁ ποταμὸς Αἴσηπος, ὅσον σταδίους ὀγδοήκοντα. περιρρέει δ' αὐτὴν Τάρσιος ποταμός, οὗ μνήμη τις ἔσται ἐν τοῖς ἑξῆς. Ἐκλήθη δὲ ἡ τῆς Τρῳάδος αὕτη Ζέλεια κατὰ τὸν Ἐθνικολόγον ἀπὸ Ζελίου ἥρωος. ἐθνικὸν δέ, φησίν, αὐτῆς Ζελείτης καὶ Ζελειάτης. εὕρηται δὲ διὰ τοῦ ι Ζελίη. Τινὲς δὲ Ζέλην αὐτήν, φησί, καλοῦσιν. ἔστι δὲ καὶ φρούριον Κυζικηνόν. λέγονται δέ, φησί, κατά τινας οἱ τοῦ Πανδάρου Ζελεῖται καὶ Λύκιοι. Καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι Λύκιοι οἱ Τρωϊκοὶ καὶ ἕτεροι πρὸς τῇ Καρίᾳ, περὶ ὧν ὑπόνοια, φησίν, ἐστὶν ὡς τοὺς ἑτέρους ἀποικισάντων. ἐπεὶ δέ, φησί, Λύκιοι οἱ περὶ Ζέλειαν, διὰ τοῦτο καὶ Λυκάων ἀρχηγὸς αὐτῶν καὶ Ἀπόλλων αὐτόθι τιμᾶται Λυκηγενής. Λέγει δὲ καὶ Ἀρριανὸς οὕτω· «Ζέλεια ἡ καὶ Λυκία καὶ ὁ Ἀπόλλων ἐπὶ τῇδε τῇ Λυκίᾳ Λύκιος. διὸ καὶ Πανδάρου πατὴρ Λυκάων οὐ πόρρω τοῦ τοιούτου ἔθνους πεσόντος τοῦ ὀνόματος. καὶ Λυκηγενεῖ Ἀπόλλωνι ἐκεῖνος εὔχεται τῷ ἐγχωρίῳ». Ἰστέον δέ, ὅτι Λύκιος μὲν τὸ ῥηθὲν ἐθνικὸν διὰ διχρόνου, Λύκειος δὲ ἀγορὰ ἡ καὶ παρὰ Σοφοκλεῖ διὰ διφθόγγου, ἐν ᾗ, φασί, Λύκιος Ἀπόλλων ἵδρυτο. (v. 825) Ἀφνειοὺς δὲ λέγει οὐχ' οὕτω τοὺς πλουσίους, ὅσον τοὺς περὶ τὴν Ἀφνῖτιν λίμνην κατὰ τοὺς παλαιούς. καὶ γὰρ οὕτω, φασί, καλεῖται ἡ Δασκυλῖτις. Μέλαν δὲ ὕδωρ τὸ τοῦ Αἰσήπου φησὶν ἢ κατὰ κοινὸν ἐπίθετον, καθ' ὃ καὶ κυανώπιδα λέγει Ἀμφιτρίτην καὶ Ποσειδῶνα κυανοχαίτην καὶ ταύρους μέλανας θύεσθαι τῷ Ποσειδῶνι λέγεται, ἢ διὰ τὸ βαθύ. Καλλίμαχος δὲ παραφράσας «ἑλικώτατον ὕδωρ Αἰσήπου» φησίν. ἄλλον δὲ τρόπον καὶ ἀργυροδίνην εἶχε τοῦτον εἰπεῖν. μετὰ τὴν Κυζικηνὴν δέ, φασί, καὶ τὸν ῥηθέντα Αἴσηπον ἡ τῆς Τρῳάδος ἀρχή. (v. 827) Πάνυ δὲ ἐξαίρει τὸν Πάνδαρον ὁ ποιητὴς λέγων ἐξ αὐτοῦ Ἀπόλλωνος λαβεῖν τὸ τόξον, ἤγουν τὴν τοξείαν, ὅ ἐστι τὴν τοξικὴν ἐπιστήμην. καὶ ἔστι, φασίν, ὁ τρόπος μετωνυμία.