Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.556
Not analysed yet
προοικονομεῖ δὲ ἐν τούτῳ τὰ μετὰ ταῦτα ὁ ποιητής, ἵνα θαρρῶν ὁ Πάνδαρος τῷ θείῳ δώρῳ τολμήσῃ διοϊστεῦσαι κατὰ Μενελάου καὶ οὕτω συγχεθῶσιν οἱ ὅρκοι ἐπὶ κακῷ τῶν Τρώων. Ἔθος δὲ ποιηταῖς ἱστορεῖν τοὺς περί τινα τέχνην δεξιοὺς θεόθεν ἔχειν τὰ ὄργανα. οὕτω καὶ ἄλλος τις αὐλῶπιν ἔχει τρίπτυχον, «τήν οἱ πόρε Φοῖβος Ἀπόλλων». καὶ κίθαριν δέ τις καὶ ἕτερος λύραν καὶ ἄλλος ἀσπίδα ἤ τι ἀλλοῖον ὅπλον ἐκ θεῶν λαβεῖν μεμύθευται. Τὰς γὰρ εἰς ἄκρον φασὶν εὐεξίας θεοῖς ἀνατιθέασιν οἱ ποιηταί. [ἐν δὲ τῷ «καὶ τόξον ἔδωκεν» ἢ περιττὸς ὁ και σύνδεσμος ἢ συμπλέκει καὶ ἕτερα θεόσδοτα τῷ τόξῳ ἀγαθά, ἐν οἷς καὶ ἡ τοξικὴ δεξιότης.] (v. 828—34) Ὅτι οἱ περὶ Ἀδρήστειαν ἤτοι Ἀδράστειαν καὶ οἱ περὶ Ἀπαισὸν καὶ Πιτύειαν καὶ Τηρείης ὄρος αἰπὺ ἀρχηγοὺς εἶχον Ἄδρηστόν τε καὶ Ἄμφιον, ὃς λινοθώρηξ ἦν, καθὰ καὶ ὁ Λοκρὸς Αἴας πρὸ τούτου ἐρρέθη. ἦσαν δὲ υἱοὶ Μέροπος, ἀνδρὸς οὕτω καλουμένου καὶ ἐξιδιωσαμένου [καὶ αὐτοῦ κατὰ τὸν ἱστορούμενον Ὀλυμπιονίκην Ἄνθρωπον] τὸ προσηγορικὸν ὄνομα εἰς κυριωνυμίαν. Περκώσιος δὲ ἦν οὗτος, ἤτοι ἀπὸ Περκώτης, πόλεως Τρῳάδος. ᾜδεε δὲ μαντοσύνας περὶ πάντων, ἤτοι ἐπέκεινα πάντων τῶν ἐκεῖ ὁμοτέχνων, οὐδὲ εἴα τοὺς παῖδας «στείχειν ἐς πόλεμον φθισήνορα· οἳ δ' οὔ τι πίθοντο· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο». καὶ ὅρα, οἷον τὸ μὴ πείθεσθαι πατράσιν εὖ εἰδόσιν. οἱ δὲ παλαιοὶ λέγουσιν ἐνταῦθα καί, ὅτι οὐδὲν ἄρα ἡ μαντικὴ μοίρας ἀντιταττομένης. (v. 828) Ἀδρήστειαν δὲ θέλουσι μέν τινες τρισυλλάβως Δρήστειαν γράφειν, οὐ προσέχονται δέ. ὠνόμασται γὰρ ἀπὸ Ἀδράστου, ἀνδρὸς ἡρωϊκοῦ παλαιοῦ, ᾧ συνεξέδραμεν εἰς ὁμωνυμίαν ὁ προρρηθεὶς Ὁμηρικὸς Ἄδραστος.