Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.557
Not analysed yet
περὶ ταύτης ὁ τῶν Ἐθνικῶν γραφεὺς λέγει, ὅτι μεταξὺ Πριάπου καὶ Παρίου τοῦ κατὰ Προποντίδα, ἐν ᾧ βωμὸς θέας ἄξιος κατὰ τὸν Γεωγράφον σταδιαίας ἔχων πλευράς, Ἀδράστεια πόλις ἀπὸ Ἀδράστου βασιλέως, ὃς πρῶτος ἱδρύσατο Νεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια. Οἱ δὲ Ἀδράστειαν τὴν πόλιν κληθῆναι ἀπὸ Ἀδραστείας, μιᾶς τῶν Ὀρεστιάδων νυμφῶν. ἔστι δέ, φησί, καὶ τόπος Τρῳάδος Ἀδράστεια ἀπὸ Ἀδραστείας, θυγατρὸς Μελίσσου, υἱοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ. καὶ ταῦτα μὲν οὗτος συμφωνήσας τῷ Στράβωνι ἐν πολλοῖς. Ἐκεῖνος δὲ λέγει καί, ὅτι, ὥσπερ Θήβη καὶ Θήβης πεδίον, οὕτω καὶ Ἀδράστεια καὶ Ἀδραστείας πεδίον διττῶς καὶ ὅτι ἐνταῦθα μὲν οὔτε Νεμέσεως οὔτε Ἀδραστείας ἱερὸν δείκνυται, περὶ δὲ Κύζικον Ἀδραστείας ἱερόν. γράφει οὖν, φησίν, Ἀντίμαχος οὕτω· «ἔστι δέ τις Νέμεσις, μεγάλη θεός, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχε, βωμὸν δέ οἱ εἵσατο», ἤγουν ἵδρυσε, «πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο· ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται». καὶ οὕτω μὲν καὶ ὁ Γεωγράφος. Ἕτεροι δὲ οὐκ ἰδίᾳ μὲν Ἀδρήστειάν φασιν, ἰδίᾳ δὲ Νέμεσιν, οὐδὲ Ἄδρηστον τοῦτον οἴδασιν αἴτιον τοῦ τῆς Ἀδρηστείας ταύτης ὀνόματος, ἀλλὰ Νέμεσιν Ἀδράστειαν λέγοντες Ἄδραστον αἰτιῶνται τῆς παροιμίας ταύτης, ὃν Σικυῶνι πρῶτα ἐμβασιλεύειν ὁ ποιητὴς πρὸ τούτου ἱστόρησε, καὶ τὴν μὲν Νέμεσιν ὡς εἰς κύριον τιθέασιν ὄνομα, τὴν δὲ Ἀδράστειαν ὡς εἰς ἐπίθετον, καὶ βούλονται εἶναι Ἀδράστειαν τὴν οἰκονομησαμένην παραδόξως τὰ κατὰ τὸν τοιοῦτον Ἄδραστον, οὗ μόνου τῶν ἡγεμόνων διασωθέντος ἐκ τοῦ Θηβαϊκοῦ πολέμου ἐνεμέσησε τὸ θεῖον. καὶ γοῦν ἐν τοῖς ἐπιγόνοις τῶν ἐν Θήβαις πεσόντων ἀρχηγῶν Διομήδης μὲν καὶ Σθένελος καὶ οἱ λοιποὶ περιεγένοντο, μόνος δὲ ὁ ἐξ Ἀδράστου πέπτωκε, καὶ οὕτω κατά τι δίκαιον ἀνισώθη τὸ δοκοῦν ἐκεῖ ἐλλελεῖφθαι πρὸς τῆς Νεμέσεως καὶ ἐκλήθη αὕτη ἐντεῦθεν Ἀδράστεια. Ἕτεροι δὲ τὴν Νέμεσιν ἀδράστειαν εἶπον καλεῖσθαι διὰ τὸ τῆς θείας δίκης ἀναπόδραστον ἤτοι ἄφυκτον· Παυσανίας δέ φησιν, ὅτι τὴν Ἀδράστειαν ἑτέραν τῆς Νεμέσεως ὑποτίθενταί τινες, οἱ δὲ τὴν αὐτὴν τῇ Νεμέσει ἀπὸ Ἀδράστου, ὅτι μόνος τῶν ἑπτὰ σωθεὶς μόνος πάλιν τὸν υἱὸν ἀπέβαλεν ἐν τοῖς ἐπιγόνοις· οἱ δὲ ἀπὸ Ἀδράστου, φησί, Μυσοῦ ἱδρυσαμένου αὐτῆς ἱερόν. βέλτιον δέ, φησίν, ἀπὸ τοῦ μηδὲν αὐτὴν ἀποδιδράσκειν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ὁ δὲ Γεωγράφος λέγει πρὸς τὰ τοῦ Ὁμηρικοῦ τούτου καταλόγου καί, ὅτι ἐπὶ τῷ Αἰσήπῳ τὸ πεδίον τῆς Ἀδρηστείας καὶ Τήρεια καὶ Πιτύα ἢ Πιτύεια ἐκ πιτύων παρονομασθεῖσα καὶ καθόλου, φησίν, ἡ νῦν Κυζικηνὴ ἡ πρὸς Πριάπῳ, ὥστε φαίνεται τῆς Κυζικηνῆς καὶ τὰ