Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.57
Not analysed yet
αὐτοὺς περιέστησαν. ὡς οὖν ἀφυπνίσθησαν καὶ οὔτε ὅπλοις εἶχον χρᾶσθαι καὶ πολλὰ δὲ τῶν σκευῶν αὐτοῖς ἀπηχρείωτο μέγα τε διενοοῦντο κακὸν παθεῖν καὶ τοὺς μύας εἰς πολεμίους ἐνεγράφοντο. κἀντεῦθεν τὸν χρησμὸν ὀψέ ποτε συνεβάλοντο καὶ τοῦτο νοεῖν ἐκεῖνον σοφίζονται. καὶ αὐτόθι τε μένουσι καὶ πόλιν τοῖς σμίνθοις παρώνυμον κτίζουσι καὶ Σμινθέα τιμῶσιν Ἀπόλλωνα ἤγουν, ὡς ἂν εἴπῃ τις, διὰ σμίνθων χρήσαντα. ὃν καὶ ἱδρύουσι μυὸς ἐπιβεβηκότα, ὡσανεὶ πατάξαντα τὸ θηρίον, καθὰ προεκτέθειται. καὶ αὕτη μὲν ἱστορία Τρωϊκὴ περὶ ὁπλοφάγων μυῶν. Ἡρόδοτος δὲ καὶ Αἰγυπτιακὴν ἐκτίθεται ταύτην. ὅτι Ἀραβίων καὶ Ἀσσυρίων ἀφικομένων εἰς Αἴγυπτον ἐπιχυθέντες μύες ἀρουραῖοι κατέφαγον μὲν τοὺς φαρετρεῶνας καὶ τὰ τόξα, πρὸς δέ γε τῶν ἀσπίδων τὰ ὄχανα, ὥστε τῇ ὑστεραίᾳ φευγόντων αὐτῶν γυμνῶν ὅπλων πεσεῖν πολλούς. καὶ ἕστηκεν ὁ τῆς Αἰγύπτου τότε βασιλεὺς ἔχων ἐπὶ τῆς χειρὸς μῦν. ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι Ἴδη, τὸ Τρωϊκὸν ὄρος, ἀπὸ τῆς ἐν Κρήτῃ παρωνόμασται ὑπὸ τῶν ἐκ Κρήτης ἀφιγμένων Τεύκρων, οἷς ἐπέθεντο οἱ ἀρουραῖοι μύες. Ἡρακλέων δ' ὁ Ποντικὸς πληθύοντάς φησι τοὺς παρὰ τὸ ἱερὸν μύας νομισθῆναι ἱεροὺς καὶ τὸ ξόανον οὕτω κατασκευασθῆναι βεβηκὸς ἐπὶ τῷ μυΐ. διάφοροι δέ, φησί, τόποι, ἐν οἷς τὸ τοῦ Σμινθέως ὄνομα. [Ἰστέον δὲ ὅτι ἔοικεν ὁ Σμινθεὺς καὶ Σμίνθιος λέγεσθαι, ὡς δῆλον ἐκ τῶν Σμινθιακῶν λόγων. ὡς γὰρ ἐκ τοῦ Σάμιος καὶ Ῥόδιος τὰ Σαμιακὰ καὶ τὰ Ῥοδιακά, οὕτω φαίνεται καὶ ἐκ τοῦ Σμίνθιος εἶναι τὰ Σμινθιακά. Τοῖς δὲ ῥηθεῖσι προσεπιθετέον καὶ ὅτι δεινόν τι τὸ τῶν μυῶν ἔθνος ἐπεισφρῆσαν κατὰ θεομηνίαν καὶ δυσαπάλλακτον, εἰ μὴ θεόθεν ἀπαχθείη. καὶ ἃ μὲν βραχὺς οὗτος χρόνος καὶ διέθετο τὴν τῶν Μακεδόνων ὄκνος καὶ εἰπεῖν. πρεσβύτερος δέ τις χρόνος ἔδειξε νέφος μυῶν περί που τὸν Μαρωνείτην ὄρειον ζυγόν, ἀνερειφθὲν εἰς ἀέρα καὶ τοίχοις οἰκημάτων βίᾳ προσαραχθὲν καὶ οὕτως ἐξολωλός. οὐ μόνον δὲ κάτωθεν ἀναλαμβανόμενοι, ἀλλὰ καὶ ἄνωθεν ἱστόρηνται μύες καταβρεχόμενοι. ὡς δὲ καὶ ἰχθύσιν ὗσεν ὁ θεὸς πολλαχοῦ, Ἀθήναιος ἱστορεῖ. Φαινίας γοῦν ἐν Χερροννήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας ὗσαι τὸν θεὸν ἰχθύας. οὕτω δέ φασι καὶ βατράχους περὶ Παιονίαν καὶ Δαρδανίαν, ὧν καὶ τοσοῦτον ἦν πλῆθος, ὡς τὰς οἰκίας καὶ τὰς ὁδοὺς πληρῶσαι. ὡς δὲ κτείνοντες καὶ συγκλείοντες τὰς οἰκίας οὐδὲν ἤνυον, ἀλλὰ καὶ τὰ σκεύη ἐπληροῦντο καὶ μετὰ τῶν ἐδεσμάτων ἦσαν οἱ βάτραχοι συνεψόμενοι καὶ οὐδὲ τοῖς ὕδασιν ἦν χρῆσθαι οὐδὲ τοὺς πόδας ἐπὶ γῆν θεῖναι, οἷα συσσεσωρευμένων αὐτῶν—ὠχλοῦντο δὲ καὶ ὑπὸ τῆς τῶν τετελευτηκότων ὀσμῆς—ἔφυγον, φασί, τὴν χώραν. τί ἂν οὖν θαυμάσῃ τις, εἴπερ ἢ θῆρες ἐξερημοῦσι τόπους πλεονάσαντες ἢ στοιχειακός τις ὄλεθρος, οἷος καὶ ὁ διὰ ποταμῶν, εἴ γε καὶ ζῷα φαυλότατα δεινὰ ποιοῦσι κατὰ τόπων οἰκουμένων. λέγεται γοῦν ὡς καὶ τῇ