Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.563
Not analysed yet
ποιητῇ ἐν τοῖς μετὰ ταῦτα, δηλοῖ, φασί, Σοφοκλῆς ἐν Θαμύριδι, «Θρήϊσσαν» εἰπών «σκοπιὰν Ζηνὸς Ἀθῴου». ἔνθα ὅρα τὸ Ἀθῴου ὁμωνυμοῦν τῷ ἀθῴῳ, ὑφ' οὗ δηλοῦται ὁ ἀζήμιος, ὧν διαφορά, καθά που καὶ ἑτέρωθι δηλωθήσεται, οὐ μόνον κατὰ σημασίαν, ἀλλὰ καὶ κατὰ τόνον. ἀθῷος μὲν γὰρ κατά τινας προπερισπωμένως ὁ ἀζήμιος, Ζεὺς δὲ Ἄθῳος προπαροξυτόνως ὁ ἐν τῷ Ἄθῳ τιμώμενος, ὅν, φασίν, ἔστι καὶ Ἀθώϊον κατὰ διαίρεσιν εἰπεῖν ὁμοίως τῷ ἄρειος, ἀρήϊος. κατὰ μέντοι ἑτέρους, ὧν ἐστι καὶ Ἡρωδιανός, ἀνάπαλιν ὁ μὲν παρὰ τὸν Ἄθων Ζεὺς Ἀθῷος προπερισπασθήσεται κατὰ τὸ ἥρως ἡρῷος, Μίνως Μινῷος, γάλως γαλῷος, τὸ δὲ ἕτερον προπαροξυνθήσεται. καὶ ἔσται θωὴ ἄθῳος, ὡς ψυχὴ εὔψυχος, βουλὴ εὔβουλος, τιμὴ ἄτιμος. καὶ τοῦτο μὲν τοιοῦτον.] Ὅτι δὲ πρωτότυπον τοῦ Θρᾷξ τὸ Θρήϊξ καὶ ἐκ τούτου κατὰ συναίρεσιν γίνεται τὸ Θρᾷξ καὶ ὅτι ὁ Ἑλλήσποντος πορθμός ἐστι διείργων τὴν Θρᾴκην καὶ τὴν Τρῳάδα, καὶ διὰ τί οὕτω καλεῖται, καὶ ὅτι ἀγάρροος, ὡς ἄν, φασί, στενός, (ῥοώδεις γὰρ οἱ πορθμοί) πολλαχοῦ δηλοῦται. καὶ εἴρηται περὶ αὐτῶν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Πείρως δὲ ὡς Μίνως. ὅρα δὲ τὸ Πείρως ἥρως, ὅτι καὶ αὐτὸ παρηχήσει ἔοικε. (v. 845) Τὸ δὲ ἀγάρροος ἐκ τοῦ ἄγαν γενόμενον ἔτρεψε τὸ ν εἰς ρ νόμῳ ἀμεταβόλων, ἅπερ συντεθέντα ἀμεταβόλοις συνεξομοιοῦνται αὐτοῖς. Σημείωσαι δέ, ὅτι τὸ ἀγάρροον τοῦτο κατέσυρε τὸν γλυκὺν Ἡρόδοτον ἁλμυρὸν ποταμὸν προσειπεῖν τὸν Ἑλλήσποντον, ἐπεὶ καὶ οἱ ποταμοὶ ἀγάρροοι. (v. 846 s.) Ὅτι Εὔφημος, υἱὸς Τροιζήνου Κεάδαο, Κικόνων ἦρχεν αἰχμητῶν. (v. 847) Ἔστι δὲ τοῦ Τροιζήνου εὐθεῖα προπαροξύτονος ὁ Τροίζηνος. Τὸ δὲ Κεάδαο πατρωνυμικὸν τοῦ Τροιζήνου. Κέας γὰρ αὐτῷ πατήρ. (v. 846)