Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.564
Not analysed yet
Κίκονες δὲ Θρᾳκικὸν ἔθνος πράγματα τῷ Ὀδυσσεῖ παρασχόν, ὡς ἡ Ὀδύσσεια δηλοῖ. οὐ μακρὰν δὲ ἦσαν οὗτοι Μαρωνειτῶν, ὡς δηλοῖ κατὰ τὸν Ἐθνολόγον ὁ γράψας οὕτως· «Εὐάνθης δ' ᾤκησεν ἐν Κικονίᾳ, ἵνα Μαρώνεια καλέεται». βαρύνεται δὲ τὸ Κίκων κατὰ δύο κανόνας, οὓς ἐκτίθενται οἱ παλαιοί, οἳ καὶ δύο φασὶ γενέσθαι Ὀρφέας Κίκονας, ὧν ὁ εἷς τοῦ Οἰάγρου παλαιὸς καὶ πολλῷ προγενέστερος τοῦ ὑστέρου καί, ὡς αὐτοί φασιν, ἕνδεκα γενεαῖς. Ἰστέον δέ, ὅτι εὕρηται μὲν ἐν τῇ ἐπὶ Πατρόκλῳ μάχῃ Μέντης ἡγεμὼν Κικόνων. ἦν δὲ καὶ αὐτὸς ὑπὸ τῷ ῥηθέντι Εὐφήμῳ τεταγμένος. τυχὸν δὲ καὶ ὕστερον ἦλθε, καθὰ καὶ ἐπὶ τοῦ ἀνωτέρω ῥηθέντος Ῥήσου γέγονεν, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ἡρόδοτος δὲ λέγει, ὅτι περὶ Δωρίσκον καὶ Εὗρον καὶ Αἶνον τόπος Κικόνων ἦν τὸ παλαιόν. Ἰστέον δέ, ὅτι, ὥσπερ Ἀλεύας Ἀλευάδης, οὕτω Κέας Κεάδης. (v. 848—50) Ὅτι Πυραίχμης ἦγε «Παίονας ἀγκυλοτόξους τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξίου εὐρὺ ῥέοντος», ὃ δὴ πρόσκειται εἰς διαστολὴν τοῦ ἁπλῶς ἀξίου ἐπιθετικοῦ ὀνόματος. εἶτα ἐπαναλαμβάνων τὸν Ἄξιον, οἷα θαύματός τινος ἄξιον, λέγει «Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἴῃ». (v. 848) Παίονας δὲ λέγει ἐνταῦθα, ἐξ ὧν ἢ δι' ὧν ῥέει ὁ Ἄξιος ποταμὸς Παιονίας. φασὶ δὲ τὰ Σχόλια ἐνταῦθα, ὅτι Παίονες ὅμοροι Θρᾳξί, καὶ δοκεῖ καλὸν οὕτω νοεῖν. ἄλλως γὰρ ἀπορίαν πλείστην ἔχει ὁ περὶ Παιόνων ἐνταῦθα λόγος, ὥσπερ καὶ ὁ περὶ Λαρίσσης, ὡς προδεδήλωται. εἰ γὰρ κατὰ τὸν Γεωγράφον Πηλίου καὶ Πηνειοῦ τῶν Θετταλικῶν πρὸς μεσογαῖαν παράκεινται Μακεδόνες μέχρι Παιονίας καὶ τῶν Ἠπειρωτικῶν ἐθνῶν, ἐκ δὲ Παιόνων συμμαχίαν ἐν Τροίᾳ εἶχον οἱ Ἕλληνες, δυσχερὲς νοῆσαι τοῖς Τρωσὶν ἐλθεῖν συμμαχίαν ἐκ τῶν ῥηθέντων πορρωτέρω Παιόνων. ὅμως μέντοι τινὲς καὶ τοῦτο γενέσθαι φασί. καὶ ἔστω εἰρημένον, ἐπεὶ βοηθεῖσθαι δοκεῖ καὶ ὑπὸ τοῦ ποιητοῦ εἰπόντος Παίονας τούτους οὐκ ἐγγύθεν ποθὲν ἐλθεῖν ἀλλὰ τηλόθεν. Ἔστι δέ τις μνεία Παιόνων καὶ ἐν τοῖς περὶ Σελλῶν. Περὶ δὲ Πυραίχμου ἐν τοῖς τοῦ Πορφυρίου φέρεται, ὅτι Πατρόκλου ἀνελόντος αὐτὸν