Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.565
Not analysed yet
Ἀστεροπαῖος ἦγε τοὺς Παίονας, ὃν ἔρριψεν Ἀχιλλεύς. περὶ δὲ Παιόνων ζητητέον καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δὲ καί, ὅτι Ἡρόδοτος οἶδε Παίονας καὶ περὶ τὸν Στρυμόνα, ἐφ' ὧν καὶ παρηχεῖ τὸ «τοῖς Περινθίοις παιονίσασιν ἐπιχειροῦσιν οἱ Παίονες». λέγει δὲ καί, ὅτι Παιονία ἐπὶ Στρυμόνι ποταμῷ πεπολισμένη, εἰσὶ δὲ Τεύκρων τῶν ἐκ Τροίας ἄποικοι. καὶ ὅτι πρὸς Βορέαν κατὰ τὸ Πάγγαιον ὄρος ὑπεροικοῦντες ἦσαν Παίονες καὶ Δόβηρες. τὸ δὲ Πάγγαιον ἔτεινε, φησί, πρὸς μεσημβρίαν εἰς τὸν Στρυμόνα καὶ ἡ περὶ αὐτὸ γῆ ἐκαλεῖτο Φυλλίς. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Ἄξιος καὶ Στρυμὼν ἐκ Παιόνων ῥέουσι καὶ ὅτι οἱ μὲν Παίονας Φρυγῶν ἀποίκους, οἱ δὲ ἀρχηγέτας ἀποφαίνουσι. καὶ τὴν Παιονίαν μέχρι Πελαγονίας καὶ Πιερίας ἐκτετάσθαι φασί. λέγονται δὲ καὶ πολλὴν πάλαι τῆς Μακεδονίας κατασχεῖν καὶ μέχρι Προποντίδος προελθεῖν καὶ Πέρινθον πολιορκῆσαι. Σημειούμενοι δὲ οἱ παλαιοὶ καί, ὅτι διττὸν τὸ τῶν Παιόνων ἔθνος, καὶ ὡς οἱ μὲν ὑπὸ τὸν Πυραίχμην Παίονες τοξόται, οἱ δὲ περὶ τὸν Ἀστεροπαῖον δολιχέγχεες, λέγουσιν, ὅτι εἰκὸς τὸν Ἀστεροπαῖον χρονίζοντος τοῦ πολέμου ὕστερον ἐλθεῖν, ὡς καὶ Ἰφιδάμαντα καὶ Ῥῆσον, τοὺς πρὸ βραχέων εἰρημένους. Ἀγκυλότοξοι δὲ οἱ χρώμενοι ἀγκύλοις, ἤγουν σκολιοῖς, τόξοις, μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς ἀγκύλαις, ἔτι δὲ καὶ τόξοις. εἶδος δὲ ἀκοντίου, ὡς καὶ προείρηται, ἡ ἀγκύλη. (v. 849) Ἀμυδὼν δὲ ἢ κατά τινας Ἀβυδὼν πόλις Παιονίας, ἧς ὁ πολίτης Ἀμυδώνιος ὡς Καλυδώνιος. Τὸ δέ «εὐρὺ ῥέοντος» γράφουσί τινες καὶ ὑφέν «εὐρυρέοντος». (v. 850) Κάλλιστον δὲ ὕδωρ ὥσπερ νῦν τὸ τοῦ Ἀξίου, οὕτω καὶ ἀλλαχοῦ τὸ τοῦ Ἐνιπέως. φασὶ δὲ οἱ παλαιοὶ τὸ κάλλιστον ἐνταῦθα νοεῖν ἀντὶ τοῦ ἁπλῶς καλόν. ἄλλως γὰρ πῶς κάλλιστος ὁ θολερός, ὡς δεδηλώσεται. Τὸ δέ «κίδναται» νῦν μὲν δίχα τοῦ σ διὰ τὸ μέτρον, ἀλλαχοῦ δὲ σὺν τῷ σ εὕρηται. ἐπεὶ γάρ ἐστι καὶ κεδῶ καὶ σκεδῶ, τὸ σκεδάζω, ἀπὸ μὲν τοῦ κεδῶ γίνεται τὸ κίδναται, ἀπὸ δὲ τοῦ σκεδῶ τὸ σκίδναται. Ἢ δὲ πλατυσμὸν τοῦ ποταμοῦ δηλοῖ τὸ κίδναται, ὡς πλατυνομένου ἐν τῷ ῥέειν, ἢ μηκυσμόν, ὡς πόρρωθεν εἰς θάλασσαν καταρρέοντος, ἢ καὶ ἀμφότερα. ἐν δὲ τῷ «ἐπικίδναται αἴῃ» ἢ αἶαν—διττῶς γὰρ ἡ