Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.566
Not analysed yet
γραφή—αἶάν τινες οὐ τὴν γῆν ἐνόησαν, ἀλλά τινα πηγήν, ὡς δῆλον ἐξ ὧν ὁ Γεωγράφος φησὶ λέγων, ὅτι ἡ παρ' Ὁμήρῳ Ἀμυδὼν Ἀβυδὼν ὕστερον ἐκλήθη, κατεσκάφη δέ. πηγὴ δὲ πλησίον Ἀμυδῶνος Αἶα καλουμένη, καθαρώτατον ὕδωρ ἐκδιδοῦσα εἰς τὸν Ἄξιον, ὃς ἐκ πολλῶν πληρούμενος ποταμῶν θολερὸς ῥέει. φαύλη οὖν, φησίν, ἡ φερομένη γραφή «Ἀξίου κάλλιστον ὕδωρ ἐπικίδναται Αἴῃ», ὡς δηλαδὴ οὐ τοῦ Ἀξίου ἐπικιδνάντος τὸ ὕδωρ τῇ πηγῇ, ἀλλ' ἀνάπαλιν. εἶτα ὑποδυσκόλως αἰτιώμενος ὁ Γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἶαν ἐπὶ τῆς γῆς ἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέξιν. (v. 851—5) Ὅτι «Παφλαγόνων ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ», ἤγουν περιφραστικῶς ὁ Πυλαιμένης, «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, οἵ», τουτέστιν οἱ Παφλαγόνες, «Κύτωρον εἶχον καὶ Σήσαμον ἀμφενέμοντο ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματα ἔναιον Κρῶμνάν τε Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους». (v. 851) Παφλαγόνες μὲν οὖν ἀπὸ Παφλαγόνος, ἐνδόξου ἀρχηγοῦ, καλοῦνται. ἡ δὲ Κωμῳδία τὴν λέξιν παρέσυρεν εἰς ἀναιδῆ ῥήτορα, ὃν Παφλαγόνα ἔσκωψε παρὰ τὸ οἷον παφλάζειν ἐν δημηγορίαις. Ὁ δὲ Πυλαιμένης παράγεται κατὰ τὸν μεσαιπόλιον. ὡς γὰρ τοῦτο γίνεται ἀπὸ τοῦ μέσος μεσοπόλιος, καὶ τροπῇ τοῦ ο εἰς α μεσαπόλιος καὶ πλεονασμῷ τοῦ ι μεσαιπόλιος, οὕτω καὶ Πυλομένης Πυλαμένης Πυλαιμένης. καὶ τὸ γυναιμανής δὲ ὁμοίως παράγεται κατά τινας, ἔτι δὲ καὶ τὸ τιθαιβώσσειν, τουτέστι σιμβλοποιεῖν καὶ ἀποτιθέναι τὰς μελίσσας βόσιν, ἤγουν τροφήν, ἑαυταῖς. ἔστι γὰρ τιθοβώσσειν καὶ τροπῇ τιθαβώσσειν καὶ πλεονασμῷ τιθαιβώσσειν. τοιούτου δὲ τύπου καὶ ὁ ἀκραιφνής καὶ ἕτερα δηλωθησόμενα ἐν τοῖς ἑξῆς. Τὸ δέ «λάσιον κῆρ» ἀντὶ τοῦ πυκινὴ ψυχή, τουτέστι μεταληπτικῶς πυκνὴ καὶ συνετή, οὐ μὴν ἀραιὰ καὶ ἄφρων. καί, ἄλλως δὲ εἰπεῖν, λάσιον κῆρ ψυχὴ λασιουμένη τοῖς νοήμασι καὶ συνεχῆ καὶ ἄλλα ἐπ' ἄλλοις καί, ὡς οἷον αὖλαξ βαθεῖα, δασέα «τὰ κεδνά», τραγικῶς εἰπεῖν, «βλαστάνουσα βουλεύματα». Χρήσιμον δὲ τοῦτο εἰς τὰ τοῦ Ἀχιλλέως λάσια στήθη τὰ ἐν τῇ αʹ ῥαψῳδίᾳ γοργότερον ὂν τοῦ τόπου ἐκείνου καὶ δεινότερον. ἐκεῖ μὲν γὰρ ἦτορ μερμηρίζει ἐν στήθεσι λασίοις, ἐνταῦθα δὲ λάσιον ἁπλῶς λέγεται κῆρ, ἄξιον ζητεῖσθαι πῶς ἐστι λάσιον. Σημείωσαι δέ, ὅτι ὁ μὲν ποιητὴς ἐπὶ ἐπαίνου ψυχικοῦ τὸ λάσιον εἴληφεν, ὡς