Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.567
Not analysed yet
ἐπὶ αὔλακος βαθείας, ὡς εἴρηται, ὁ δὲ παρὰ Ἰαμβλίχῳ Πυθαγορικὸς Λύσις ἐκστρέψας εἰς ψόγον ὡς ἀπὸ γῆς ὀρεινῆς παρείλκυσε τὸ νόημα εἰπὼν γλώσσῃ Δωρικῇ νοῦν τοιοῦτον, ὅτι πυκιναὶ καὶ λάσιαι λόχμαι περὶ τὰς φρένας καὶ τὰς καρδίας πεφύκασι τῶν μὴ καθαρῶς τοῖς μαθήμασιν ὀργιασθέντων πᾶν τὸ ἥμερον καὶ πρᾷον καὶ λογιστικὸν τῆς ψυχῆς ἐπισκιάζουσαι καὶ κωλύουσαι προφανῶς αὐξηθῆναι καὶ προκύψαι τὸ νοητικόν. Ἔστι δὲ καὶ ἕτερα μυρία οὕτω παρεστραμμένα καὶ εὑρεῖν καὶ εἰπεῖν. καὶ γοῦν Καδμείαν νίκην οἱ μὲν ἄλλοι οὐκ ἐπαινοῦντές φασι· τὴν ἀκάρπωτον γὰρ καὶ ἀκερδῆ τά τε ἄλλα καὶ διὰ τὸ μηδὲν ἀπόνασθαι τὸν Ἐτεοκλῆν τῆς τῶν Καδμείων κατὰ τῶν Ἀργείων νίκης, μηδὲ τοὺς ἀμφ' αὐτόν. Ἀρριανὸς δὲ τὴν μεγάλην καί, ὅ φασι κατ' ἄκρας, νοεῖ διὰ τὸ ἄκρως ἡττηθῆναι τοὺς περὶ τὸν Πολυνείκην ὑπὸ τῶν Καδμείων ὡς μόνον περισωθῆναι τὸν Ἄδραστον. Ἔτι ἰστέον καί, ὅτι ἐν τούτοις μὲν τὸ λάσιον κατὰ καλοῦ κεῖται, ἐν δὲ τῷ λάσταυρος ἄλλως τέθειται παίξαντος τῶν τινος ἐπιτρίπτων Κωμικῶν [εἰς τὸ λασιόταυρος.] (v. 852) Ἐνετοὶ δὲ ἔθνος περὶ Παφλαγονίαν, ὅπου ἡμιόνων γένος, φασίν, ἐπενοήθη. ἦν δὲ κατὰ τὸν ἀναγραφέα τῶν Ἐθνικῶν καὶ ἔθνος παρὰ Τριβαλλοῖς Ἐνετοί. λέγονται δέ, φησί, καὶ Ἐνετίδες ἵπποι. ἱστορεῖ δὲ ὁ αὐτὸς καί, ὅτι αἱ θήλειαι ἵπποι τῶν Ἐνετῶν πρὸς ζευγηλασίαν ἄρισται. ἦν δὲ καὶ πόλις Ἐνετός, φησίν, ἀφ' ἧς Μύρμηξ ὁ διαλεκτικὸς φιλόσοφος. ὁ Γεωγράφος δὲ λέγει, ὅτι Ἐνετοὶ ἐν Παφλαγονίᾳ νῦν οὐ δείκνυνται. τινὲς δὲ κώμην φασὶ παραιγίαλον δέκα σχοίνους Ἀμάστρεως διέχουσαν ἤγουν σταδίους τριακοσίους, ὡς δηλοῖ ἀλλαχοῦ ὁ αὐτὸς εἰπών· «χώρα δίσχοινος, τοῦτο δ' ἔστιν ἑξήκοντα στάδια». Σημείωσαι δέ, ὅτι τὸ σχοῖνος ἀορισταίνειν φασί τινες, ὡς καὶ τὸ παρασάγγης, ὁ Περσικός, ὃν οἱ μὲν ἑξήκοντα στάδιά φασιν, οἱ δὲ τριακόσια καὶ τεσσαράκοντα. φησὶ γοῦν καὶ ὁ Γεωγράφος, ὅτι παρ' Αἰγυπτίοις ἄστατον τὸ τῆς σχοίνου μέτρον. Ζηνόδοτος δέ, ὡς ὁ αὐτὸς Γεωγράφος λέγει, τὸ «ἐξ Ἐνετῶν» «ἐξ Ἐνετῆς» γράφει καὶ νοεῖ Ἐνετὴν ἀκολούθως τῷ Ἑκαταίῳ τὴν νῦν Ἀμισὸν Λευκοσύρων οὖσαν, ὡς δηλοῖ τὸ «Ἐνετοὶ ἐκ Λευκοσύρων ὁρμηθέντες Τρωσὶ συνεμάχησαν». καὶ ἄλλοι δὲ ἄλλα περὶ τῶν Ἐνετῶν φασι. καὶ γέγραπται περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Μέμνηται δὲ καὶ Εὐριπίδης ἵππων Ἐνετικῶν «Ἐνέτας» ἐκείνους προενεγκών. Αἰτιῶνται δ' ἐκεῖ τῆς τῶν τοιούτων ἵππων μνείας οἱ παλαιοὶ οὐκ εὔζηλον ἀναχρονισμόν,