Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.568
Not analysed yet
ὡς μήπω τότε παρ' Ἕλλησιν ὄντων Ἐνετῶν ἵππων, ἀλλ' αὐτῶν μὲν ὕστερον εἰς χρῆσιν ἐλθόντων, ὅτε πρῶτος Λέων Λακεδαιμόνιος ὀγδοηκοστὴν πέμπτην Ὀλυμπιάδα νενίκηκεν Ἐνέταις ἵπποις μετ' ἐπιγράμματος, τοῦ δὲ Εὐριπίδου ἀναχρονίσαντος τὴν τοιαύτην ἱππείαν εἰς τὰ ἡρωϊκά. Τρόποι δὲ ἀναχρονισμοῦ εὐμέθοδοι καὶ παρὰ Σοφοκλεῖ, ἔνθα τε κλήρου μέμνηται «ὃς εὐλόφου κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν», ὡς μὴ βῶλος ὑγρᾶς ἀρούρης ὢν κατὰ τὴν περιεργίαν τοῦ ὑστερογενοῦς Ἀθηναίου Κρεσφόντου. καὶ ἐν τῷ τῶν Τραχινιῶν δὲ προοιμίῳ, ἔνθα ἡ παλαιὰ Δηϊάνειρα γνωμικῷ λόγῳ χρᾶται τοῦ ὑστέρου τῷ χρόνῳ Σόλωνος. ἔτι δὲ καὶ ἐν τῷ «οὐκ ἄν ποτε δίκην ὧδ' ἐψήφισαν». ψηφίζειν γὰρ οὔπω ᾔδεισαν ἥρωες, ἀλλὰ μεταχρόνιον τὸ τῶν ψήφων εὕρημα. Ἀγροτέρας δὲ ἡμιόνους λέγει τὰς μὴ διὰ τὸ σπάνιον οἰκοτραφεῖς ἀλλὰ ἀγελαίας καὶ νομάδας διὰ τὸ πολὺ πλῆθος αὐτῶν. Τινὲς δὲ τὰς δυσδαμάστους διὰ τὸ ἄγριον, ἕτεροι δὲ τὰς ἐν ἀγροῖς ἐπιτηδείους. καὶ σημείωσαι, ὅτι οὐ μόνον ἔλαφοι ἀγρότεραι, ἃς οὕτω φασὶ καλεῖσθαι ὡς οἷον ἀγηροτέρας διὰ τὸ μακρόβιον. ἔτι δὲ καὶ Ἀγροτέρα Ἄρτεμις, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, ἡ καὶ Ἀγραία παρὰ Πλάτωνι κατὰ Παυσανίαν ἀπὸ χώρας πρὸς τῷ Ἰλισσῷ, ᾧ κλῆσις Ἄγραι, οὗ τὰ μικρὰ τῆς Δήμητρος ἤγετο, φησί, μυστήρια, ἃ ἐλέγετο τὰ ἐν Ἄγρας ὁμοίως τῷ ἐν Ἀσκληπιοῦ. οὐ τοίνυν μόνα ταῦτα, ἀλλ' ἰδοὺ καὶ ἡμίονοι ἀγρότεραι διὰ τὰς εἰρημένας αἰτίας. (v. 853) Ἡ δὲ Κύτωρος ἡ Ὁμηρικὴ ἄλλη ἐστὶ παρὰ τὰ Κοτύωρα. ταῦτα μὲν γὰρ κώμη τις Ποντική, ἡ δὲ Κύτωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου κληθεῖσα, παιδὸς Φρίξου, ἧς ἐθνικὸν Κυτωριεύς καὶ Κυτωρίτης καὶ Κυτώριος, ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἔδοξε δέ τισι καὶ διὰ τοῦ δ γράφειν Κύδωρον. φυλάσσει δὲ ἡ Κύτωρος μέχρι καὶ νῦν τὸ παλαιὸν ὄνομα, ὡς καὶ ὁ Παρθένιος καὶ ἡ Κρῶμνα. Ἦν δὲ κατὰ τὸν Γεωγράφον ἐμπόριον Σινωπέων ἡ Κύτωρος, ἢ μᾶλλον κατ' αὐτὸν εἰπεῖν τὸ Κύτωρον. πλείστη δέ, φησί, καὶ ἀρίστη φύεται πύξος κατὰ τὴν Ἀμαστριανὴν καὶ μάλιστα περὶ τὸ Κύτωρον. Ἰστέον δὲ καί, ὅτι, ὥσπερ πυξοφόρος ἡ Κύτωρος περιᾴδεται, οὕτω καὶ ἄλλαι χῶραι