Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.569
Not analysed yet
ἄλλοις ἐνευθηνοῦνται φυτοῖς, Κερασοῦς μὲν ταῖς κεράσοις, ὅθεν καὶ παρωνόμασται, Σινώπη δὲ καὶ Φανάροια ἐλαίαις. φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι τὰ τῆς Σινώπης προάστεια καὶ τῆς Ἀμισοῦ καὶ τῆς Φαναροίας τὸ πλέον ἐλαιοφόρα εἶναί φασιν. ἐν δὲ τῇ Ἰνδικῇ πολύς που ὁ ἔβενος. ἀλλαχοῦ δὲ οἱ κότινοι καὶ ἑτέρωθι ἄλλα. Σήσαμος δὲ κατὰ τὸν Γεωγράφον ἀκρόπολις Ἀμάστρεως. καὶ ὅρα τὸ Ἀμάστρεως. οὐ γὰρ κλίνει Ἀμάστριδος. Ἐνταῦθα δὲ σημείωσαι καὶ τὸ «Σήσαμον ἀμφενέμοντο» ἀστείως λεχθέν, ὡς εἴπερ ἐπὶ σησάμου τοῦ σπορίμου ἐρρέθη. ὥρμηται δὲ τοῦτο ἐκ τοῦ «Σάμον ἀμφενέμοντο», τοῦ ἐπὶ τῶν Κεφαλλήνων λεχθέντος. λέγεται δὲ οἰκίσαι ταύτην ὁ τῆς παλαιᾶς ἱστορίας Φινεύς. Δίδυμος δέ, φασί, καὶ νῆσον λέγει Σήσαμον. (v. 854) Ὁ δὲ Παρθένιος ποταμὸς τρυφερώτερον ἔχει τῆς κλήσεως. φησὶ γὰρ ὁ Γεωγράφος οὕτω· «Παρθένιος, ποταμὸς Παφλαγόνων, διὰ χωρίων ἀνθηρῶν φερόμενος καὶ διὰ τοῦτο τοῦ ὀνόματος τούτου τετυχηκώς». ἕτεροι μέντοι διὰ πρᾳότητα ῥεύματος Παρθένιον κληθῆναί φασιν ἤ, ὅτι ἡ παρθένος, φασίν, Ἄρτεμις ἐν αὐτῷ ἐλούσατο. Παρθένιον δέ γε οὐδετέρως ὄρος Πελοποννήσου. [τὸ δὲ ποταμόν πρὸς διαστολὴν ὁμωνυμίας κεῖται, εἴγε καὶ παῖς παρθένιος λέγεται.] (v. 855) Κρῶμνα δὲ ἢ χωρίον Ἀμάστριδος κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα ἢ πόλις Παφλαγονίας, αὐτὴ ἡ νῦν Ἄμαστρις. ἐθνικὸν καὶ αὐτῆς τριχῶς, Κρωμνίτης καὶ Κρωμναῖος καὶ Κρωμνιεύς. ἔστι δὲ καὶ Πελοποννησία Κρῶμνα. Ὁ δὲ Αἰγιαλὸς κατὰ μέν τινας προπαροξύνεται πρὸς διαστολὴν τοῦ ἁπλῶς αἰγιαλοῦ, ἀπό τινος Αἰγιάλου, κυρίου ὀνόματος, ὡς δηλοῖ ὁ ἐν τοῖς Ἐθνικοῖς εἰπών, ὅτι τὸ ἐθνικὸν Αἰγιαλεύς ἀπὸ τῆς Αἰγιάλου γενικῆς, ὡς Ἀλεξάνδρου Ἀλεξανδρεύς· οἱ δὲ πλείονες ὀξύνουσι καὶ τοῦτο, οἳ λέγουσι καί, ὅτι Αἰγιαλὸς προσεχὴς τῷ Πόντῳ μετὰ τὴν