Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.570
Not analysed yet
Κάραμβιν ἄκραν, ὡς δηλοῖ Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. ἦν δὲ καὶ ἕτερος Αἰγιαλὸς [πρὸ τούτων, ὁ ὑπὸ τὸν Ἀγαμέμνονα] μεταξὺ Σικυῶνος καὶ Βουπρασίου τόπος, ἀπὸ Αἰγιαλέως, υἱοῦ Ἰνάχου. ἔστι καὶ Θρᾴκης Αἰγιαλός, φασί, παρὰ τῷ Στρυμόνι, περὶ ὃν Στρυμόνα καὶ Ἠϊὼν πόλις κατὰ Λυκόφρονα ἰσοδυναμοῦσα κατὰ σημασίαν τῷ Αἰγιαλῷ. καὶ Αἰθιοπικὸς δὲ Αἰγιαλὸς κατ' Αἴγυπτον μέγας καλούμενος. ὁ δὲ Γεωγράφος φησίν, ὅτι Αἰγιαλός ἐστι μὲν ἠϊὼν μακρὰ ὑπὲρ ἑκατὸν σταδίους. ἔχει δὲ καὶ κώμην ὁμώνυμον, ἧς μέμνηται ὁ ποιητής, ὅταν φῇ «Κρῶμνάν τ' Αἰγιαλόν τε». καὶ σκοπητέον, μήποτε αὕτη ἐστὶν ἡ νῦν Ἠϊονόπολις. Λέγει δὲ ὁ Γεωγράφος καί, ὅτι τὸ Ὁμηρικὸν τὸ «Κρῶμνάν τ' Αἰγιαλόν τε» γράφουσί τινες «Κρῶμναν Κωβίαλόν τε» καὶ ὅτι μετὰ Αἰγιαλὸν Κάραμβις. τίς δὲ ἡ Κάραμβις, δηλοῖ ὁ Περιηγητής. Ἀπολλώνιος δὲ γράφει ἐν τοῖς ἑαυτοῦ «Κρωβίαλον Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον». λέγει δὲ ὁ τὰ Ἐθνικὰ γράψας πολίχνιον πρὸς τῇ Ποντικῇ τὴν Κρωβίαλον. Ἐρυθῖνοι δέ, πόλις Παφλαγονίας καὶ αὐτή, παρὰ τὸ ἔρευθος, ὡς λέγει ὁ γράψας τὰ Ἐθνικά. ὁ δὲ Γεωγράφος φησίν, ὅτι δύο εἰσὶ σκόπελοι οἱ νῦν Ἐρυθῖνοι. λέγεται δὲ οὕτως ἀπὸ τῆς χρόας. ἔστι δὲ καὶ ἰχθὺς ἐρυθῖνος κληθεὶς καὶ αὐτὸς οὕτω διὰ τὸ περὶ αὐτὸν ἔρευθος. Σημείωσαι δέ, ὅτι μετὰ τοὺς Παφλαγόνας εὐθύς τινες Καυκώνων κατάλογον τιθέασιν, ὃν ζητητέον ἐν τῇ υʹ ῥαψῳδίᾳ. ᾤκουν δὲ αὐτοὶ κατὰ τὸν Γεωγράφον τὴν Μαριανδυνῶν παραλίαν μέχρι ποταμοῦ Παρθενίου, ὃς ἐν αὐτῇ Παφλαγονίᾳ τὰς πηγὰς ἔχει. λέγει δ' ὁ αὐτὸς καί, ὅτι Ἀρκαδικόν τε ἔθνος οἱ Καύκωνες καὶ τοῖς Τρωσὶ δὲ ἀφίκοντο σύμμαχοι δοκοῦντες εἶναι ἐκ Παφλαγονίας. ἐκεῖ γὰρ ὀνομάζουσι Καυκωνιάτας τινάς, Μαριανδυνοῖς ὁμόρους. λέγει δὲ καί, ὅτι Καυκώνων πόλις τὸ Τήϊον. (v. 856 s.) Ὅτι Ἁλιζώνων ὅ τε Ὀδίος ἦρχον καὶ ὁ Ἐπίστροφος «τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη». (v. 856) Ἐτυμολογία δὲ τῶν Ἁλιζώνων τὸ γῆν οἰκεῖν ὑπὸ θαλάσσης ἐζωσμένην. εὐθεῖα δὲ αὐτῶν ἑνικὴ ὁ Ἁλίζωνος. περὶ τούτων πλείστη παρὰ τοῖς παλαιοῖς ἀμφιβολία. διὸ καὶ ὁ Γεωγράφος δυσκολίαν πολλὴν εὑρὼν εἰς διάρθρωσιν τοῦ τοιούτου ἔθνους καὶ