Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.58
Not analysed yet
Ἀνάφῃ νήσῳ Ἀστυπαλαιέως τινὸς δύο πέρδικας ἐπαφέντος οὕτως εὐφόρησε περδίκων ὁ τόπος, ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς νησιώτας. Ἀστυπάλαια δέ, φασίν, αὖθις Ἀναφαίου τινὸς δύο λαγῳοὺς αὐτῇ ἐμβαλόντος οὕτω κακῶς ἔσχεν ὑπὸ πλήθους λαγῶν, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶν μαντεύσασθαι καὶ τὴν Πυθίαν εἰπεῖν κύνας τρέφειν καὶ κυνηγούς· ἁλῶναί τέ φασιν ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισχιλίων. τούτοις δὲ ὅμοια παθεῖν καὶ τοὺς περὶ Κάρπαθον οἶδε παροιμία ἡ λέγουσα ὁ Καρπάθιος τὸν λαγῳόν, περὶ ἧς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. εἰ δὲ καὶ ἀκρίδες ἢ ὄφεις ἢ λαγιδεῖς τόπους τινὰς ἠρήμωσαν, ἔστιν ἐξ ἱστοριῶν ἀναλέγεσθαι.] Ὅτι ἐν οἷς Ὅμηρος ποιεῖ τὸν Χρύσην ἀναμιμνῄσκοντα, ὡς τόν τε ναὸν ἤρεψέ ποτε τῷ Ἀπόλλωνι καὶ πίονα μηρία ταύρων καὶ αἰγῶν ἔκηε, καὶ αὐτὸν μὲν ἀντὶ τούτων ζητοῦντα χάριν, τὸν δὲ Ἀπόλλωνα ὑπακούοντα καὶ χαριζόμενον καὶ τιμωρίαν ἐκ τῶν Ἑλλήνων ὑπὲρ αὐτοῦ λαμβάνοντα, παιδεύει τοὺς ἀκροατὰς μεμνῆσθαι χαρίτων, εἴ γε καὶ ὁ Ἀπόλλων εὖ παθὼν ἀντευποιεῖ. οὕτω καὶ ἐν τοῖς μυθώδεσι παιδευτικὸς Ὅμηρος καὶ διὰ τοῦτο φιλοσοφία τις πρώτη ἐδόκει τοῖς πάλαι ἡ ποίησις εἰσάγουσα, φασίν, εἰς τὸν βίον ἐκ νέων καὶ διδάσκουσα ἤθη καὶ πάθη καὶ πράξεις μεθ' ἡδονῆς. καὶ διὰ τοῦτο τοὺς παῖδας διὰ ποιητικῆς ἐπαίδευον σωφρονιστὰς τοὺς ἀοιδοὺς οἰόμενοι, ὡς καὶ τὸν τῆς Κλυταιμνήστρας φύλακα, καὶ τὸν Ἵππαρχον παρατρέχοντες, ὃς ᾐτιᾶτο τοὺς φιλοτιμουμένους Ὁμήρῳ περιποιεῖν πᾶν μάθημα καὶ πᾶσαν τέχνην ὡς ἐὰν καί τις κατηγοροίη, φησί, τῆς Ἀττικῆς εἰρεσιώνης καὶ ἃ μὴ δύναται φέρειν μῆλα καὶ ὄγχνας, ποιητὴν ἔλεγον εἶναι τὸν σοφόν. τοῦτο δὲ πάντως διὰ τὸ τῇ ποιήσει πᾶν μάθημα καὶ τέχνην ἅπασαν ἐμφαντάζεσθαι. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον τοῦ Ὁμήρου πλάσμα πιθανὰ καὶ τὰ κατὰ τὸν Ἀχιλλέα ποιεῖ. εἰ γὰρ ἐνταῦθα ὁ Χρύσης διὰ τὴν θυγατέρα λιταζόμενος τὸν Ἀπόλλωνα ἀνύει τὴν τῶν Ἑλλήνων κάκωσιν, πολλῷ πλέον ἐν τοῖς ἑξῆς ἡ Θέτις, μείζων οὖσα τοῦ Χρύσου καὶ μείζονα τὸν Δία ἱκετεύουσα ὑπὲρ τοῦ υἱοῦ, πλέον τι ποιήσει κακόν. (v. 39 s.) Ἰστέον δὲ καὶ ὅτι τὸ ἔρεψα σημαίνει μὲν τὸ ὠρόφωσα, παράγει δὲ ὄνομα ῥηματικὸν τὸν ὄροφον, ἐξ οὗ καὶ ὄροφος ὁμωνύμως δόναξ ποτάμιος, ἐπιτήδειος εἰς τὸ ἐρέφειν. πίονα δὲ μηρία καίειν λέγει τῷ Ἀπόλλωνι, διότι αὐτὰ ὡλοκαυτοῦντο μόνα ἐν ταῖς θυσίαις, τῶν δὲ λοιπῶν τοῦ ζῴου μελῶν ἐξῆν μετέχειν τοῖς θύουσιν, ὡς ἐν τοῖς ἐπιοῦσι φανήσεται. πίονα δὲ τὰ μηρία ἢ διὰ τὸ εὐλιπῆ ζῷα θύεσθαι ἢ διὰ τὸ λίπος τῆς κνίσσης, ὑφ' ἧς ἐκαλύπτοντο οἱ μηροί, καθάπερ μετ' ὀλίγα φησὶν ὁ ποιητής. [τοῦ δὲ ἔκηα ἐνεστὼς οὐ τὸ καίω κοινῶς, ἀλλὰ τὸ κάω Ἀττικῶς. ἰστέον γὰρ ὡς