Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.571
Not analysed yet
εἰς γνώρισμα σαφὲς λέγει, ὅτι ἀγνώτων τινῶν μέμνηται ὁ ποιητής, ὁποῖοι οἱ Καύκωνες καὶ οἱ Σόλυμοι καὶ οἱ Κήτειοι καὶ οἱ Λέλεγες καὶ οἱ ἐκ Θήβης τῆς Τρωϊκῆς Κίλικες. οὕτω γοῦν καὶ Ἁλίζωνοι. καὶ σημείωσαι ἐνταῦθα τὸ «Κίλικες οἱ ἐκ Θήβης». νοεῖται γὰρ ἐκ τούτου σαφέστερον, ὅπερ ἀλλαχοῦ εἶπεν ὁ Γεωγράφος, ὅτι δηλαδὴ Κίλικες οἱ ἐκ Τροίας μεταναστάντες εἰς Συρίαν ἀπετέμοντο παρὰ Σύρων τὴν νῦν Κιλικίαν. οἱ γὰρ ἐκ Τροίας Κίλικες οἱ ἐκ Θήβης τῆς ῥηθείσης εἰσί. Λέγει δὲ καὶ ἀλλαχοῦ, ὅτι διττὴ ἡ τῶν Κιλίκων, ἡ μὲν Θηβαϊκή, ἡ δὲ Λυρνησσίς, οὓς φθάσας ἐκ Τροίας εἶπε. (v. 857) Τὸ δέ «ἐξ Ἀλύβης» ἐξ Ἀλύβων τινὲς γράφουσιν, ἕτεροι δὲ ἐκ Χαλύβων, ἄλλοι ἐξ Ἀλόπης ἢ κατὰ Μενεκράτην ἐξ Ἀλόβης, ἔτι δὲ καὶ ἐκ Χαλύβης. τὰ δὲ τοιαῦτα αἰτιᾶται ὁ Γεωγράφος, ὥσπερ καὶ τοὺς εἰπόντας περὶ Πύγελλα εἶναι τοὺς Ἁλιζώνους μεταξὺ Ἐφέσου καὶ Μαγνησίας καὶ Πριήνης, λέγων καί, ὅτι μετάπτωσις ὑπονοεῖται ὀνόματος ἐξ Ἀλύβων εἰς Χάλυβας. διὸ καὶ γράφει που, ὅτι τοὺς Χάλυβας ὁ ποιητὴς Ἁλιζώνους ἐκάλεσε καὶ ὅτι ἐνεδέχετο ἐν Χάλυψιν ἀργύρια ὑπάρχειν ἄξια μνήμης ποτὲ καὶ ἔνδοξα, καθάπερ νῦν τὰ σιδήρια. Λέγει δὲ καί, ὅτι τὸ Ἁλιζώνων οὐ μόνον Ὀλιζώνων τινὲς μεταγράφουσιν ἀλλὰ καὶ Ἀλαζώνων καὶ ὅτι τοὺς Σκύθας τινὲς Ἁλιζῶνας νοοῦσιν. Ἀλαζίαν δὲ πόλιν ἐρημωθεῖσαν Ἑκαταῖος ἱστορεῖ, κώμας δὲ πολλὰς τῶν Ἀλαζώνων οἰκεῖσθαι, ἐν οἷς Ἀπόλλων τιμᾶται διαφερόντως καὶ μάλιστα κατὰ τὴν ἐφορείαν τῶν Κυζικηνῶν. Μενεκράτης δὲ ὑπερκεῖσθαι λέγει τῶν περὶ τὴν Μύρλειαν τόπων ὀρεινὴν συνεχῆ, ἣν κατῴκει τὸ τῶν Ἁλιζώνων ἔθνος. δεῖν δέ φησιν ἐκεῖνος ἐν τοῖς δύο λ γράφειν Ἁλλιζώνους, τὸν δὲ ποιητὴν ἐν τῷ ἑνὶ γράφειν διὰ τὸ μέτρον. Παλαίφατος δέ φησι τὸν Ὀδίον καὶ τὸν Ἐπίστροφον στρατεῦσαι ἐξ Ἀμα-