Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.572
Not analysed yet
ζόνων τῶν ἐν τῇ Ἀλόπῃ ᾠκημένων. [πόλις δὲ ἡ Ἀλόπη αὕτη ὁμώνυμος ἡρωΐδι, ἣν ἐμφαίνει καὶ ὁ Κωμικὸς ἐν τῷ «τὰς Ἀλόπας καὶ τὰς Σεμέλας».] ταῦτα πάντα ἐν τῷ Γεωγράφῳ κεῖται, ὃς καὶ ἀντιλέγει γενναίως πρὸς αὐτὰ καί που ἀστεϊζόμενος, ὡς δῆθεν δέον ὂν καὶ ἄλλο τι συμπλασθῆναι ὑπὸ τῶν ψευδοϊστορούντων, λέγει, ὡς ἐχρῆν καὶ τόδε συμπλάσαι παρατριψαμένους τὸ μέτωπον τοὺς ἅπαξ ἤδη ἀποτετολμηκότας. τοῦτο δὲ εἶπε διὰ τὸ εἰωθέναι τοὺς ψευδομένους οὕτω σχηματίζεσθαι τὰ πολλά, ὡς οἷα προκαλυπτομένους αἰδημόνως. καὶ οὕτω μὲν ὁ Γεωγράφος, ὡς εἴρηται. αὐτὸς δὲ καὶ τοὺς Ἁλιζώνους φησὶν ἐκτὸς εἶναι τοῦ Ἅλυος, εἰ καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος μηδεμίαν συμμαχίαν ἀφῖχθαί φησι τοῖς Τρωσὶν ἐκ τῆς περαίας τοῦ Ἅλυος. Ἰστέον δὲ καί, ὅτι, ἐπεὶ ἡ μνημονευθεῖσα Μύρλεια πλησίον Προύσης ἐστίν, Ἀπάμεια μετονομασθεῖσα ὁμωνύμως βασιλικῇ τινι γυναικί, πάντως ἂν οἱ τὰ κατὰ τοὺς Ἁλιζώνους ἱστοροῦντες παρὰ τὸν Γεωγράφον καὶ τιθέντες τὸ τοιοῦτον ἔθνος ἐγγύς που τῆς Ἀπαμέων καὶ Κυζικηνῶν χώρας, οὐκ ἂν ἀληθεύοιεν παρά γε τοῖς τῇ γεωγραφικῇ ἀκριβείᾳ προσέχουσιν, οἷς ἐναντιοῦται καὶ τὸ «τηλόθεν». οἱ γὰρ ἐκ τοιαύτης χώρας ἐπίκουροι τοῖς Τρωσὶν οὐκ ἂν τηλόθεν ἥκειν λέγοιντο. ὁ δὲ τὰ Ἐθνικὰ ἐπιλεξάμενος Ἁλιζῶνας γράφει, οὐ μὴν Ἁλιζώνους, λέγων, ὅτι Ἔφορός φησι τοὺς Ἁλιζῶνας τὴν παραλίαν οἰκῆσαι τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας. ἴσως δέ, φησί, διὰ τὸ ὑπερήφανον τοῦ πλούτου κατ' ἐναλλαγὴν τοῦ α εἰς ι οὕτως ὠνομάσθησαν, ὥστε οὗτος οἱονεὶ ἀλαζόνας παρὰ γράμμα τούτους οἶδε. τῷ δὲ ῥηθέντι πλούτῳ αὐτῶν συνειργάζετο ἴσως καὶ ὁ Λυδικὸς χρυσορρόας ποταμὸς ὁ Πακτωλός. Ὅμηρος δὲ οὐ χρυσοῦ ἀλλ' ἀργύρου γενέθλην οἶδεν ἐν τοῖς παρ' αὐτῷ Ἁλιζώνοις. διὸ καὶ τοῦτο ἐν τοῖς παλαιοῖς εὕρηται· «Ἁλιζῶνες ἔθνος τοῦ Πόντου, ὅπου ὁ κάλλιστος ἄργυρος». εἴρηται δέ τινα περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἀρριανὸς δὲ τοιαῦτα περὶ Ἁλιζώνων ἱστορεῖ, οὓς Ὅμηρος ἐν νεῶν Καταλόγῳ φησὶν Ἁλιζῶνας. Βιθυνοί εἰσιν, ὧν Ὀδίος καὶ Ἐπίστροφος ἦρχον. καὶ ἡ Ἀλύβη, ἐν ᾗ λέγει ἀργύρου γενέθλην εἶναι, παραδείκνυται καὶ οὐκ ἀμαυρὰ ὑπόμνησις, ἀργυρίων ἔργα ὑπολελειμμένα, ὁρᾶται. Ἁλιζῶνες δὲ οἱ ἄνθρωποι οὗτοι, φησί, καλοῦνται, ὅτι πανταχόθεν θαλάσσῃ περιείργονται, ἀπὸ μὲν ἄρκτου καὶ ἀνατολῆς τῷ Εὐξείνῳ πόντῳ, πρὸς μεσημβρίαν δὲ καὶ νότον τῷ Ἀστακηνῷ κόλπῳ, τῷ πρὸς Νικομήδειαν, πρὸς δὲ δύσιν καὶ Ζέφυρον τῇ Προποντίδι καὶ τῷ Βοσπόρῳ, ὡς μὴ πόρρω χεροννήσου εἶναι τὰ πολλὰ αὐτῶν καὶ δικαιότατα λέγεσθαι διεζῶσθαι θαλάσσῃ. ὁ δ' αὐτὸς Ἀρριανὸς λέγει καὶ τὸν ῥηθέντα Ὀδίον Ῥοδοίτην