Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.573
Not analysed yet
ποτὲ καλεῖσθαι, εἶτα εἰς Ῥοδίον μεταπεσεῖν, εἶτα Ὀδίον κληθῆναι. (v. 858—61) Ὅτι Μυσῶν Χρόμις ἦρχε καὶ Ἔννομος, ὃς οἰωνιστὴς μὲν ἦν, «ἀλλ' οὐκ οἰωνοῖσι», φησίν, «ἐρύσατο κῆρα μέλαιναν, ἀλλ' ἐδάμη ὑπὸ χερσὶν Ἀχιλλέως, ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους». Ὅρα δὲ ὅτι κἀνταῦθα τῇ προαναφωνήσει καὶ ἔπαινον τοῦ Ἀχιλλέως συνέμιξεν [εὐμεθόδως, οἷα χαίρων οὕτω ποιεῖν, διὰ τὸ στέργειν τὸν ἥρωα καὶ μὴ ἐθέλειν ἀπέχεσθαι αὐτοῦ.] (v. 858) Μυσοὺς δὲ ὁ ποιητὴς ἔοικε τοὺς ἐν τῇ Ἀσίᾳ λέγειν, οἷον τοὺς Ὀλυμπηνοὺς ἢ ἑτέρους τινάς. οἱ δέ φασιν, ὅτι Μυσῶν καὶ Θρᾳκῶν Ὅμηρος ἐμνήσθη τῶν πρὸς τῷ Ἴστρῳ. ὅτι δὲ Μυσοὶ καὶ Εὐρωπαῖοί εἰσιν, οἵγε καὶ πέραν Ἴστρου ἦσαν, δηλοῦται ἀλλαχοῦ, ὥσπερ καὶ πόθεν αὐτοῖς ἡ κλῆσις. Ἰστέον δέ, ὅτι παροιμία ἐκ τοῦ τοιούτου ἔθνους φέρεται αὕτη· «ὀσφὺν κατεγώς», ἤγουν κατεαγώς, «ὥστε Μύσιος ὄνος». ἐν Μυσίᾳ γάρ φασι σπανιώτατον εὑρεῖν ὄνον ὀρθὴν ἔχοντα τὴν ὀσφύν. Τὸν δὲ ῥηθέντα Χρόμιν καὶ Χρόμιον τινὲς τρισυλλάβως καλεῖσθαί φασι. (v. 859) Τὸ δὲ ἐρύσατο ἀντὶ τοῦ ἐφυλάξατο, ἐξέφυγεν, ἀπὸ τοῦ ἐρύω, τὸ φυλάσσω ἢ κωλύω, ἐξ οὗ καὶ ἔρυμα καὶ ἐρυμνόν καὶ ῥῆμα ἐρύκω. οὐκ ἐξευτελίζει δέ, φασί, τὴν οἰωνιστικὴν ὁ ποιητής, ἐν οἷς λέγει, ὡς οὐκ ἐφυλάξατο διὰ τῶν οἰωνῶν τὴν κῆρα, ἀλλὰ τὴν ἀνάγκην τῆς πεπρωμένης δηλοῖ. οὐκ ἐφυλάξατο δέ, φασί, τὸν θάνατον ὁ Ἔννομος ἢ ὡς μὴ ἐπιστήσας ἢ ὡς μὴ προγνούς. (v. 860) Ὅρα δὲ καί, ὅτι τὴν ὑπο πρόθεσιν καὶ νῦν δοτικῇ συνέταξεν ἐν τῷ «ὑπὸ χερσὶν Ἀχιλλέως». τὸ δὲ κεράϊζεν ἀντὶ τοῦ ἔκειρε δίκην ληΐου τινός, ὅτε δηλαδὴ ἐν τῷ ποταμῷ τοὺς παραπίπτοντας ἔτυπτεν ἐπιστροφάδην, ὡς ὁ ποιητὴς ἐρεῖ ἐν καιρῷ· νῦν γὰρ προαναφωνεῖ. (v. 861) Ὅτι δὲ τὸ κεραΐζειν καὶ ἐπὶ τοῦ ἁπλῶς φθείρειν ἢ ληΐζεσθαι καὶ ὡς εἰπεῖν κείρειν λέγεται, δηλοῖ καὶ