Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.574
Not analysed yet
Ἡρόδοτος, ποτὲ μὲν λέγων «κεραΐσας τὰ οἰκία τοῦ ξένου». καὶ κλέπτας κεραΐζοντας χρήματα. καὶ «τὸ πλῆθος τῶν νεῶν ἐν τῇ Σαλαμῖνι ἐκεραΐζετο», ποτὲ δέ, ὅτι πάντα ἐπέφλεγον καὶ ἔκειρον καὶ ἔκειρε τοὺς χώρους καὶ ἐκείρετο ἡ Ἀττική, ὅ ἐστιν ἐλαφυραγωγεῖτο. ἴσως δὲ ἐκ τοῦ ῥηθέντος κεραΐζειν ἀκέραιος ὁ ἁπλοῦς καὶ πραΰθυμος καὶ μήτινα κεραΐζων. [Τὸ δέ «καὶ ἄλλους» μόνους τοὺς Τρωϊκοὺς δηλοῖ ἐπικούρους· οἱ Δάρδανοι γὰρ τοῖς Τρωσὶ προσλογίζονται.] (v. 862 s.) Ὅτι Φρύγας ἦγε Φόρκυς καὶ «Ἀσκάνιος θεοειδὴς τῆλ' ἐξ Ἀσκανίας, μέμασαν δ' ὑσμῖνι μάχεσθαι». (v. 862) Περὶ δὲ Φρυγῶν ζητητέον καὶ εἰς τὰ τοῦ Περιηγητοῦ· εὖ γὰρ καὶ περὶ αὐτῶν ἐκεῖ εἴρηται. τῆς μικρᾶς δέ, φασί, Φρυγίας ἦσαν οὗτοι, οὐ μὴν τῆς μεγάλης τῆς παρὰ τῷ Σαγγαρίῳ, φασί, ποταμῷ κειμένης, ὅθεν ἦν Ἄσιος μήτρως Ἕκτορος ἱπποδάμοιο. φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι Ὅμηρος μὲν διαστέλλει Φρύγας καὶ Τρῶας, Αἰσχύλος δὲ καὶ οἱ νεώτεροι συγχέουσιν, ὅθεν ἴσως καὶ παροιμία ἡ περὶ τοῦ «δύσγνωστα τὰ Μυσῶν καὶ Φρυγῶν εἶναι ὅρια». Ὅρα δὲ τὸ Φόρκυς κύριον διὰ τοῦ σ λεχθέν, οὐ διὰ τοῦ ν, οὗπερ ἡ γενικὴ Φόρκυος ἂν εἴη. τὸ δὲ ἐν Ὀδυσσείᾳ «Φόρκυνος θυγάτηρ» ἀπὸ τοῦ Φόρκυν κλίνεται. [(v. 863) Τὸ δέ «τῆλε» ἀντὶ τοῦ τηλόθεν ἐνταῦθα κεῖται.] Ἀσκανία δὲ κατὰ μὲν τὸν Ἐθνικογράφον πόλις Τρωϊκή, οὗ πρῶτόν φασι κρόμυα γενέσθαι. ταύτην κτίσαι λέγεται ὁ Αἰνείου παῖς Ἀσκάνιος. ὁ Γεωγράφος δὲ Φρυγιακὴν ἐνταῦθα νοεῖ Ἀσκανίαν· τὸ γάρ «τῆλε ἐξ Ἀσκανίας» εἴρηται, φησίν, ὡς οὔσης ἐγγυτέρω ἄλλης Ἀσκανίας τῆς Μυσιακῆς, τῆς πρὸς τῇ νῦν Νικαίᾳ, ἧς μέμνηται ὁ ποιητὴς ὅταν εἴπῃ· «Πάλμυν Ἀσκάνιόν τε Μόρυν τε Μυσῶν ἡγήτορας, οἳ ἐξ Ἀσκανίας ἐριβώλακος ἦλθον». καὶ ὅρα ὁμωνυμίαν Ἀσκανίων τε ἀνδρῶν τούτων Ὁμηρικῶν καὶ λιμνῶν Ἀσκανιῶν δύο. Ἀσκανία δὲ λίμνη τε καὶ χώρα—ὁμωνυμοῦσι γὰρ καὶ αὗται. πολλὴ γάρ, φησίν, ὁμωνυμία παρὰ τῷ ποιητῇ—πόλις δέ, φησί, Βιθυνίας ἡ ῥηθεῖσα Νίκαια, κτίσμα πάλαι μὲν Ἀντιγόνου, ὅθεν καὶ Ἀντιγόνεια ἐκλήθη, εἶτα Λυσιμάχου, ὃς ἀπὸ τῆς γυναικὸς μετωνόμασε Νίκαιαν. Τὸ δέ «μέμασαν ὑσμῖνι μάχεσθαι» ἐντελῶς ἔχει, καθάπερ καὶ τὸ «Ἄβαντες μεμαῶτες μελίαις θώρηκας ῥήξειν». ἀνομοίως δὲ ἔχει πρὸς τὸ «θωρήσσοντο μεμαότες ἐγχείαις».