Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.575
Not analysed yet
ἐκεῖ γὰρ ἐνδεὴς ἡ σύνταξις. λείπει γὰρ τὸ μάχεσθαι ἤ τι τοιοῦτον, ὡς καὶ προείρηται. τὸ δέ «ὑσμῖνι» ὤφειλε μὲν διὰ τοῦ η ἔχειν τὴν λήγουσαν. εὐθεῖα γὰρ ἡ ὑσμίνη. μετεπλάσθη δὲ ὡς καὶ τὸ «Δωδῶνι», καὶ «ἀλκὶ πεποιθώς» καὶ τὰ τοιαῦτα. ὅτι δέ τισι δοκεῖ ἐν τῷ «τῆλ' ἐξ Ἀσκανίης» ἀκύρως κεῖσθαι τὸ τῆλε, ῥηθήσεται ἀλλαχοῦ, ἔνθα καὶ ἕτερα ὅμοια κείσεται. (v. 864—6) Ὅτι Μῄοσιν ἡγησάσθην, τουτέστιν τῶν Μῃόνων ἡγοῦντο, Μέσθλης καὶ Ἄντιφος, υἱοὶ Ταλαιμένους, τώ, ἤγουν οὕς, Γυγαίη τέκε λίμνη. (v. 866) Εἶτα σαφηνίζων τὸ «Μῄοσιν ἡγησάσθην», ἅμα δὲ καὶ ἑρμηνεύων σαφῶς, ποῦ ποτε γῆς οἱ Μῄονες οὗτοι κεῖνται, φησὶν ἐπαναληπτικῶς· «οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας», ἤτοι ὄντας. Εἶναι γάρ φασι τὸ γενέσθαι παρὰ τοῖς Ἴωσιν, ὅθεν καὶ θεοὶ αἰειγενέται οἱ ἀεὶ ὄντες. Καὶ ἐνταῦθα δὲ πάλιν ἡ ὑπο πρόθεσις τῇ δοτικῇ φιληδεῖ ἐν τῷ «ὑπὸ Τμώλῳ», οὗ φυλάσσεται καὶ εἰσέτι τοὔνομα βραχύ τι ὑποβαρβαριζόμενον· Τίμωλον γὰρ αὐτὸν ἡ πολλὴ γλῶσσα τῶν ἐγχώρων καλεῖ. Ὅρα δὲ καὶ τὴν ἐνταῦθα ἐπανάληψιν, ὅτι οὐχ' οὕτω διὰ σαφήνειαν ἐσχημάτισται, ἀλλὰ διὰ ἐπεισαγωγὴν ἱστορίας, ἵνα ἡ τοῦ Τμώλου μνήμη εὐκαίρως παραπλακῇ. ἄλλως γὰρ ἡ ἐπανάληψις ἀναγκαία οὐκ ἦν. (v. 864) Μῄονες δὲ λέγονται ἀπό τινος Μῄονος ἢ Μαίονος τραπέντος μὲν τοῦ α εἰς η, τοῦ δὲ ι μένοντος ἀνεκφωνήτου. λέγονται δέ ποτε καὶ τετρασυλλάβως Μηΐονες ἐκφωνηθέντος τοῦ προσγραφομένου ι. Ἡρακλείδης δέ, φασίν, ἄνευ τοῦ ι γράφει τοὺς ἀπὸ τοῦ Μαίονος κληθέντας Μήονας λέγων Βοιωτίαν εἶναι τὴν τοιαύτην μεταβολήν, ὡς τῶν Βοιωτῶν τὴν ὅλην αι δίφθογγον εἰς η κατὰ μόνας μεταβαλλόντων, ὥς που καὶ ὁ Χοιροβοσκὸς παρασημειοῦται, ἐν οἷς ἐξηγεῖται τὸν Ἡρωδιανόν, λέγων καί, ὅτι τὰς θηλυκὰς πληθυντικὰς εὐθείας τῶν παθητικῶν ἐνεστώτων, τὸ ποιούμεναι καὶ λεγόμεναι καὶ τὰ τοιαῦτα, ποιούμενη, λεγόμενη, ἐκεῖνοί φασι, οὕτω δὲ καὶ τὰ ὅμοια. Ὁ δὲ Γεωγράφος φησίν, ὅτι τοὺς Λυδοὺς Μῄονας ὁ ποιητής φησιν, οἱ δὲ ὕστερον Μαίονας, καὶ ὅτι οἴονταί τινες τὴν Μῃονίαν Ἀσίαν λέγεσθαι, καθὰ εἴρηκεν ὁ ποιητής· «Ἀσίῳ ἐν λειμῶνι». καὶ ὅτι οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς, οἱ δὲ ἑτέρους ἀποφαίνονται. ἄμεινον δὲ λέγειν τοὺς αὐτούς. λέγει οὖν καὶ Ἡρόδοτος, ὅτι Μῄονες πρότερον καλούμενοι Λυδοὶ ὕστερον ἐκλήθησαν ἀπὸ