Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.59
Not analysed yet
τριῶν τούτων, τοῦ καίω διὰ διφθόγγου καὶ τοῦ κάω καὶ τοῦ κέω διὰ τοῦ ε ψιλοῦ, ὃ πολλαχοῦ φανεῖται, ἀπὸ μὲν τοῦ καίω τὸ καύσω γίνεται τροπῇ συνήθει τοῦ ι εἰς υ κατὰ τὸ κλαίω κλαύσω, ἀπὸ δὲ τοῦ κάω τὸ ἔκηα, ἐκ δὲ τοῦ ψιλογραφομένου κέω τὸ «πυρὰ πολλὰ κειάμενοι» καὶ ἕτερα τοιαῦτα. εἰ δὲ δόξει καὶ ἀπὸ τοῦ κάω εἶναι ὁ καύσω μέλλων, οὐδέν τι καινοπραγεῖται. κάω γάρ, καὶ πλεονασμῷ τοῦ υ καύω, ὡς λάω λαύω καὶ ἀπολαύω. ὡς οὖν ἀπολαύω ἀπολαύσω, οὕτω καύω καύσω καί, ὡς εἰκός, κλαύω κλαύσω. τοῦ γάρ τοι καίω ὁ μέλλων ἦν ἂν καίσω κατὰ τὸ παλαίω παλαίσω, παίω παίσω, ἐξ οὗ καὶ ποὺς ἀνάπαιστος καὶ πόλις Παισὸς καὶ συμπαίστωρ, ἔτι δὲ καὶ κατὰ τὸ πταίω πταίσω.] (v. 41) Ταύρους δὲ καὶ αἶγας ὁ Χρύσης τῷ Ἡλίῳ Ἀπόλλωνι θύει· τοὺς μὲν ἤτοι τοὺς ταύρους ὡς ἐργατικοὺς τῆς γῆς καὶ Ἡλίῳ συμπράττοντας εἰς τὸ ζῳογόνον καὶ ἀναδοτικὸν τῶν καρπῶν, αἶγας δὲ διά τε τὸ ὁρμητικὸν τοῦ ζῴου καὶ εἰς ὕψος ἁλτικόν, ὅγε καὶ ἀπὸ τοῦ ἀΐσσειν ὀνομάζεται, ἀλλὰ καὶ διὰ τὸ τὰ ἐξ αἰγῶν κέρατα εὔθετα εἶναι εἰς τόξου ποίησιν. τοξότης δὲ καὶ ὁ Ἀπόλλων, ὡς προϊὼν ἐρεῖ ὁ ποιητής. ὅθεν καὶ οἱ μνηστῆρες ἐν Ὀδυσσείᾳ τοῦ τόξου πειρώμενοι αἶγας ἐβουλεύσαντο θῦσαι τῷ κλυτοτόξῳ Ἀπόλλωνι. ὅτι δὲ ἄθυρμα οἱ βόες τῷ Ἀπόλλωνι, δηλοῦσι καὶ αἱ Σικελικαὶ ἀγέλαι τῶν βοῶν, ὧν οἱ φίλοι τοῦ Ὀδυσσέως ἔφαγον. ὅτι δὲ καὶ ἄρνες αὐτῷ ἐθύοντο, δηλώσει Ἀχιλλεὺς οἰόμενος ἀρνῶν καὶ αἰγῶν κνίσσῃ θεραπευθήσεσθαι τὸν Ἀπόλλωνα. καὶ Πάνδαρος δὲ ἄρνας πρωτογόνους θύσειν αὐτῷ εὔχεται, καὶ ἐν ταῖς σπονδαῖς δὲ ἄρνα λευκὸν Τρῶες Ἡλίῳ ἱερεύουσιν. ὅτι δὲ καὶ προβάτων χαίρει ποιμνίοις, ἐν τῇ Ὀδυσσείᾳ λέγεται. ταῖς γὰρ ἀγέλαις ἐκεῖ τῶν τοῦ Ἡλίου βοῶν καὶ πώεα προβάτων συννέμονται. οὐκ ἀποστέργει δὲ οὐδὲ ὄνους. Ὑπερβόρεοι οὖν, ὡς ὁ Πίνδαρος ἱστορεῖ, τοιαῦτα ἐκείνῳ κνώδαλα ἔθυον. κατὰ δὲ Ἡρόδοτον καὶ Πέρσαι ἵππον αὐτῷ ἱέρευον ὡς ταχυτάτῳ τὸ ἐν τοῖς πεζοῖς ταχύτατον. καὶ ὅλως εἰπεῖν, νόμιον ἔχοντες οἱ Ἕλληνες τὸν Ἀπόλλωνα καὶ ζῳοτρόφον πάντων ἐκείνῳ τῶν τοιούτων ἀπήρχοντο. Ὅτι τὸ «τόδε μοι κρήηνον ἐέλδωρ» ἱκετεύων ἄν τις εἴπῃ καὶ εἰσακουσθῆναι ζητῶν. δηλοῖ δὲ ὅτι «τόδε μοι τέλεσον τὸ ἐπιθύμημα». (v. 42) Τὸ δέ «τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσιν» ἱκέτου λόγος δίκας λαβεῖν αἰτοῦντος ἐκ τῶν πολλὰ λυπησάντων. γίνεται μὲν τὸ μὲν κρήηνον ἀπὸ ῥήματος τοῦ κραιαίνω, ὥσπερ τὸ κρῆναι, ὅ ἐστι τελειῶσαι, ἀπὸ δισυλλάβου τοῦ κραίνω καὶ τὸ μιῆναι ἀπὸ τοῦ μιαίνω. οὕτω δὲ καθ' Ἡρωδιανὸν καὶ τὸ κυδῆναι ἐκ τοῦ κυδαίνω, εἰ καὶ κυδᾶναι, φησί, καθ' ἡμᾶς λέγεται ὡς καὶ κερδᾶναι. ἐέλδωρ δὲ τὸ ἐπιθύμημά ἐστιν, ἀπὸ τοῦ ἔλδω γινόμενον ῥήματος πλεονασμῷ καὶ