Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.581
Not analysed yet
πίτυος, οἱονεὶ τὸ ἔχον ὄρος τοιούτους φθεῖρας. εἰσὶ δέ τινες πίτυες φθεῖρας ποιοῦσαι. Ἄλλοι δὲ παρὰ τὸ φθείρ, ὃ σημαίνει τὸν φθαρτικὸν λῃστήν, ἵνα ᾖ ὄρος λῃστῶν. ἕτεροι δὲ παρὰ τὸ φθείρ, ὅ ἐστι θήρ, ἵνα λέγῃ θηρῶν ὄρος. φθεῖρες γὰρ καὶ οἱ θῆρες παρὰ τὸ φθείρειν. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Εἰ δὲ ἀπὸ φθειρῶν πιτύων ὠνόμασται ὄρος, καινὸν οὐδέν· μυρίοι γὰρ τόποι ἐκ φυτῶν ὠνομάσθησαν, ὡς πολλαχοῦ φαίνεται. Ἀκριτόφυλλον δὲ ὄρος τὸ πολύφυλλον. οὕτω καὶ Θερσίτης ἀκριτόμυθος, ὡς πολύμυθος. εἰ δὲ καὶ ἀκριτόφυλλον ὄρος τὸ μὴ διακεκριμένον τὰ φύλλα, οὕτω καὶ Θερσίτης ἀκριτόμυθος ὁ συγκεχυμένα λέγων καὶ ἀδιευκρίνητα. (v. 869) Μυκάλη δὲ ὄρος Πριήνης ἀντικρὺ Σάμου. φησὶ γοῦν καὶ ὁ Γεωγράφος, ὅτι μετὰ ἐκβολὰς Μαιάνδρου ὁ κατὰ Πριήνην αἰγιαλός, ὑπὲρ αὐτοῦ δὲ ἡ Πριήνη καὶ Μυκάλη ὄρος εὔθηρον καὶ εὔδενδρον ἐπικείμενον τῇ Σαμίᾳ. ὥσπερ δὲ ἡ Βοιωτία Μυκαλησσὸς ἐκ μυκηθμοῦ, ὡς προεγράφη, οὕτω καὶ ἡ Μυκάλη αὕτη κατὰ τὸν Ἐθνολόγον, ἐπεὶ αἱ Γοργόνες ἐπὶ τοῦ ὄρους τούτου μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μυχῷ ἁλὸς τῆς Καρικῆς κεῖται. ἔστι δὲ καὶ πόλις Καρίας Μυκάλη. Ὅμηρος μέντοι τοῦ ὄρους νῦν μέμνηται, ὡς δηλοῖ τὸ «Μυκάλης αἰπεινὰ κάρηνα». Σημείωσαι δέ, ὅτι Καρῶν πόλις ἦν καὶ ἡ Ἁλικαρνασσός, ἐξ ἧς ὥρμητο Αἴλιος Διονύσιος Ἁλικαρνασσεύς, καθὰ δηλοῖ αὐτὸς ἐν οἷς περὶ Ἀττικῶν ὀνομάτων διαλεγόμενος λέγει οὐ Κᾶρας εἶναι τοὺς Ἁλικαρνασσεῖς, ἀλλὰ Ἕλληνας Δωριεῖς τῶν ἀποικησάντων Δωριέων Καρίαν, ὃ καὶ Ἀθηναῖοι ποιήσαντες καὶ εἰς Καρίαν κατάραντες, ὧν ἦρχε Νηλεύς, πόλιν Ἑλληνίδα, φησίν, ἐν αὐτῇ Μίλητον κατεσκευάσαντο, ἐφ' οἷς τοὺς τοιούτους Δωριεῖς σεμνύνας καὶ μίαν τῆς ἐν Ἀσίᾳ ἑξαπόλεως καὶ τὴν Ἁλικαρνασσὸν εἰπὼν εἶναι, ἐπάγει πρὸς τῷ τέλει, ὅτι οὐδὲν ἂν ἴσως κωλύῃ καὶ ἐν Καρίᾳ εἶναί τινα Ἀττικὴν φωνὴν καὶ ἐν ταῖς Ἀθήναις Καρικήν, [φωνὴν Ἀττικὴν σεμνῶς εἰπὼν τὴν ἑαυτοῦ.] Ἰστέον δὲ καί, ὅτι οὐ μόνον ἡ τῶν καρβάνων ἤτοι βαρβάρων λέξις ἐκ τῶν Καρῶν εἰλῆφθαι δοκεῖ, ἀλλὰ καὶ οἱ παρὰ τῷ Παυσανίᾳ κάρδακες, ὅ ἐστι στρατιῶται περὶ Ἀσίαν. [ὁ δὲ ῥηθεὶς] Αἴλιος Διονύσιος οὕτω φησί· «κάρδακες οὐ δίκαιόν τι γένος, ἀλλὰ οἱ μισθοῦ στρατευόμενοι βάρβαροι, παρὰ Θεοπόμπῳ». ἁπλῶς δέ, φησίν, οἱ Πέρσαι πάντα τὸν ἀνδρεῖον καὶ κλῶπα κάρδακα ἐκάλουν. Ἔτι ἰστέον, ὅτι παροιμία παρὰ Παυσανίᾳ φέρεται ἐπὶ τῶν ἐν εὐτελέσι τὰς πείρας ποιουμένων τὸ «ἐν Καρὶ τὸν κίνδυνον», ἐπεὶ Κᾶρες, φησί, πρῶτοι ἐμισθοφόρησαν. (v. 876 s.) Ὅτι Σαρπηδὼν Λυκίων ἦρχε «καὶ Γλαῦκος ἀμύμων τηλόθεν ἐκ Λυκίας, Ξάνθου ἀπὸ δινήεντος». τελευταίους δὲ τῶν ἐπικού-