Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.582
Not analysed yet
ρων τοὺς Λυκίους ἔθετο, ἵνα καὶ οὕτως εἶεν ἐπίσημοι. οὐ γὰρ ἀεὶ τὸ τῆς μνήμης ὕστερον ὑπόπτωσιν τῶν μνημονευθέντων ποιεῖ. ἐν ὀλίγῳ δὲ καὶ τούτους ἐπιτρέχει, δι' ἣν αἰτίαν καὶ τοὺς λοιποὺς ἐπικούρους, καθυποδεικνύς, ὡς οὐ μόνον ἐμπλατύνεσθαι γράφων πολυτρόπως δύναται, ἀλλὰ καὶ στενολεσχεῖν οὐχ' ἥκιστα. Ὅτι δὲ πολλοῦ λόγου ἄξιος ὁ Σαρπηδὼν καὶ οἱ περὶ αὐτὸν καὶ ὡς πολὺ ἐφείλκετο συμμαχικόν, ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι δὲ καὶ ὑποστρατήγων χρεία τοῖς μεγάλοις ἀρχηγοῖς, ἱκανῶς ἡ τακτικὴ αὕτη Βοιωτία ἔδειξεν. ὕπαρχος οὖν καὶ τῷ Σαρπηδόνι Γλαῦκος, ἔτι γε μὴν καὶ φίλος ἑταῖρος, ὡς καὶ Ἀχιλλεῖ Πάτροκλος καὶ Μηριόνης Ἰδομενεῖ καὶ Διομήδει Σθένελος. Λυκία δὲ χώρα καὶ Λύκιοι τὸ ἔθνος ἀπὸ Λύκου, υἱοῦ Πανδίονος, ὃν ἐκπεσόντα τῆς οἰκείας ὁ ἐκ τῆς Κρήτης Σαρπηδὼν ἐδέξατο, φασίν, ἐπὶ μέρει τῆς ἀρχῆς. Σόλυμοι δέ, φασί, τὰ πρῶτα ἐλέγοντο. τοῦτο δὲ οὐχ' ὁμολογεῖ τοῖς τοῦ Ὁμήρου, ὃς ἐν Ἰλιάδι μὲν χωρίζει Λυκίους καὶ Σολύμους, ἐν δὲ Ὀδυσσείᾳ ἐκτετοπισμένους τινὰς πλάττει Σολύμους καὶ δυσγνώστους τοῖς πλείοσι. Δῆλον δέ, ὅτι μέχρι καὶ νῦν μέρος Λυκίας ὑποπτεύονται καὶ οἱ Σόλυμοι, ἐρυμνὸν μὲν χωρίον ἔχοντες, βαρβαρικώτερον δὲ [Τζέλυμοι] ὑπὸ τῶν ἐγχωρίων καλούμενοι. (v. 876) Ἰστέον δέ, ὅτι Σαρπηδὼν μὲν οὗτος ὁ Λύκιος Διὸς υἱὸς καὶ Λαοδαμείας τῆς τοῦ Βελλεροφόντου, ὁ δὲ ἀνωτέρω ῥηθεὶς Κρητικὸς ἀδελφὸς ἦν Μίνω καὶ Ῥαδαμάνθυος, ᾧ Μίλητον συνέκτισαν κατὰ τὸν Γεωγράφον προσληφθέντες νησιῶται Κᾶρες καὶ Λέλεγες, ὁμώνυμον τῇ Κρητικῇ Μιλήτῳ, ἣν εἶχε καὶ ὁ Κρητικὸς κατάλογος. Ὁ δ' αὐτός, φησί, Σαρπηδὼν καὶ Τερμίλλας ἐκ Κρήτης ἀγαγών—μερὶς δὲ Κρητῶν οἱ Τερμίλλαι—ὠνόμασε τοὺς ὑπ' αὐτὸν Τερμίλλας τοὺς πρότερον καλουμένους Μινύας καὶ ἔτι πρότερον Σολύμους. ἐπελθὼν δέ, φησίν, ὁ Πανδίονος Λύκος ἀφ' ἑαυτοῦ Λυκίους προσηγόρευσε τοὺς ἑαυτοῦ. [Ἰστέον δέ, ὅτι, ὥσπερ οὐκ ἦν Σαρπηδὼν εἷς, ὁ Λύκιος δηλαδή, οὕτως οὐδὲ Γλαῦκος. ἔστι γὰρ σὺν ἄλλοις καὶ ὁ προδηλωθεὶς Ἀνθηδόνιος καὶ Κρὴς δὲ Γλαῦκος, ὁ καὶ Γλαύκων παρωνύμως, Μίνωος καὶ Πασιφάης υἱός. λέγεται δὲ καὶ ἰχθὺς γλαῦκος λόγου ἄξιος.] (v. 877) Τὸ δέ «τηλόθεν» πρὸς διαστολὴν εἴρηται τῶν ἐγγυτάτω τῆς Τροίας Λυκίων, ὧν ἦρχε Πάνδαρος, οἳ καὶ Τρῶες, ὡς ἐδηλώθη, ἐκαλοῦντο καὶ Ζελειῶται. Ξάνθος δὲ οὐ μόνον ποταμὸς Λυκίας, ἀλλὰ καὶ πόλις, παρ' ᾗ Ξάνθος, φασίν, ἔξεισι ποταμός. ὠνομάσθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἦν δὲ Ξάνθος, φασί, καὶ πόλις Λεσβία.