Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.583
Not analysed yet
ὁμωνυμεῖ δὲ ὁ Ξάνθος τῷ Τρωϊκῷ Ξάνθῳ, τῷ καὶ Σκαμάνδρῳ, περὶ οὗ πολλαχοῦ ῥηθήσεται. καὶ κλήσεως δὲ αἰτίαν ἔχουσι τὴν αὐτήν. Δινήεις δὲ οὐ μόνον ὁ Ξάνθος οὗτος, ἀλλὰ καὶ ἕτεροι, ὅσοις ἐπισυμβαίνει μὴ ὀξύνουσι τὸ ῥεῦμα δίνας πάσχειν περί τινας ἀγκάλας ἐξ ἀντικρούσεως ὑδάτων. Ἰστέον δέ, ὅτι γράφουσιν οἱ παλαιοὶ τὸν ποιητὴν ὑπὲρ ποικιλίας ἄλλῳ τόπῳ ἐᾶσαι τὸ τοῦ Σαρπηδόνος γένος, ἐνταῦθα δὲ ὥς τινος τῶν τυχόντων μνησθῆναι αὐτοῦ. οἱ δὲ αὐτοὶ καὶ ἐν τῷ «Ξάνθου ἀπὸ δινήεντος» φασίν, ὅτι κατὰ Ἀρίσταρχον πᾶσα πρόθεσις μεταξὺ κειμένη κυρίου καὶ προσηγορικοῦ τῷ κυρίῳ ἕπεται, ὥστε ἐνταῦθα οὕτως ἀναγνωστέον· «ἀπὸ Ξάνθου δινήεντος». Κατὰ δὲ Πτολεμαῖον ἡ πρόθεσις τῷ προσηγορικωτέρῳ μέρει ἕπεται. βούλεται οὖν αὐτὸς οὕτως ἀναγνῶναι, ὡς παρ' Ὁμήρῳ κεῖται. κατὰ δὲ Ἀπολλώνιον, φασί, πάντως ἀναστρέφεται ἡ πρόθεσις. λέγουσι δὲ καί, ὅτι στικτέον εἰς τὸ «δινήεντος», ἐπειδὴ εἱρμός ἐστι τῶν ἐφεξῆς, ἤτοι τῶν τῆς γʹ ῥαψῳδίας. ἐπὶ μέντοι τοῦ τέλους τῶν ἄλλων ποιημάτων οὐκ ἔστι, τὸ στίζειν δηλαδή. σιωπὴ γάρ, φασίν, ἐκδέχεται. Ἰστέον δὲ καί, ὅτι Ὅμηρος μὲν οὕτω τὴν Βοιωτίαν διῳκονομήσατο γενεαλογίαις καὶ λοιπαῖς ἱστορίαις καταποικίλας αὐτήν, ἔτι δὲ καὶ παρενθέσεσι μύθων συνήθως, οὓς ἀπό τινων ἀεὶ ἐνάγει ἱστοριῶν, ὡς ὁ Στράβων φησί. Οἱ δὲ μεθ' Ὅμηρον, ὡς ἐκ βραχείας τινὸς κρόκης, τοῦ ἔργου τούτου, πολυτίμητον ὑποδείξασθαι τῆς αὐτοῦ ποιήσεως πέπλον φιλοτιμησάμενοι, τάχα δὲ καὶ πρὸς χάριν μιμήσασθαι, πολλὰ μὲν ἐπονήσαντο, οἱ μὲν οὕτως, οἱ δ' ἄλλως, οὐδεὶς δὲ κρεῖττόν τι τῆς τοιαύτης ὀλιγοστίχου Ὁμηρικῆς γραφῆς ἐπραγματεύσατο καὶ γλυκύτερον.