Ancient Greek · ~5 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.584
Not analysed yet
ΕΚ ΤΩΝ ΤΗΣ ΓΑΜΜΑ ΡΑΨΩΙΔΙΑΣ (v. 1) Ὅτι ἐπιγραφὴ τῆς γάμμα ῥαψῳδίας πεζὴ μέν· ὅρκοι καὶ μονομαχία Ἀλεξάνδρου καὶ Μενελάου, ἔμμετρος δὲ αὕτη· γάμμα δ' ἂρ ἀμφ' Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις. Ἰστέον δέ, ὅτι τὸ γάμμα στοιχεῖον γέμμα φασὶν Ἴωνες καὶ μάλιστα Δημόκριτος, ὃς καὶ τὸ μῦ μῶ λέγει, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. Ὅτι φιλέλλην ὁ ποιητὴς ὤν, ὡς μυριαχοῦ φαίνεται, ἀνάπαλιν πρὸς τοὺς Τρῶας διατίθεται. διὸ καὶ τὰ πολλὰ οὐκ εὐλογεῖ τὰ Τρωϊκά. ἐνταῦθα τοίνυν τὴν εἰς τὸν πόλεμον αὐτῶν ἀπροβούλευτον, ὡς ἐδηλώθη, καὶ διὰ τοῦτο οὐκ εὔκοσμον πρόοδον ὑποδηλῶν μετὰ κλαγγῆς, ἤτοι ἀνάρθρου θορύβου, προϊέναι εἰς μάχην φησὶν αὐτοὺς λέγων, ὅτι, ἐπεὶ τῶν τε Τρώων τῶν τε Ἀχαιῶν κόσμηθεν ἕκαστοι, «Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ' ἴσαν ὄρνιθες ὥς» καὶ τὰ ἑξῆς. καὶ ἔστι συντομωτάτη παραβολὴ τὸ «ὄρνιθες ὥς». ὀρνίθων δὲ τὸ κλάζειν. λέγεται δέ ποτε καὶ ἐπὶ ἄλλων, ὡς προείρηται, διαφόρων. Ἰστέον δέ, ὅτι τῷ ὀνόματι τῶν Τρώων καὶ τοὺς αὐτῶν ἐπικούρους δηλοῖ. Ἐνοπὴ δὲ οὐχ' ἁπλῶς ἡ φωνή. ἐκείνην γὰρ ὄπα λέγει εὔκοσμον οὖσαν, ὅπου γε καὶ ἡ Καλλιόπη ἐκ τῆς τοιαύτης ὀπὸς παρωνόμασται· ἀλλ' ἔστιν ἐνοπὴ ἡ ταραχώδης βοή, ἥν ποτε καὶ φύλοπιν ἂν εἴπῃ τις. τὸ δέ «ἴσαν» πεζῷ μὲν λόγῳ οὐκ ἂν εὐχρηστηθείη, ποιηταῖς δὲ χρησιμεύει. ἔστι δὲ αὐτοῦ τὸ θέμα ἴω, οὗ τὸ πληθυντικὸν ἴομεν πολλαχοῦ