Ancient Greek · ~5 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.585
Not analysed yet
εὕρηται παρὰ τῷ ποιητῇ. τοῦτο τὸ ἴω πλεονασμῷ τοῦ ε γίνεται ἐΐω, καὶ συναιρέσει εἴω, ἐξ οὗ καὶ τὸ «ᾔομεν ἀνὰ δρυμά» ἐν Ὀδυσσείᾳ, καὶ ὑπερσυντέλικος ᾔειν καὶ «ἤϊα γουνούμενος». εἰ δέ τις προϋπάρχειν μὲν ἐρεῖ τὸ εἴω διὰ διφθόγγου, ἀπ' αὐτοῦ δὲ γενέσθαι τὸ διὰ τοῦ ἰῶτα γραφόμενον ἴω ἀπελεύσει τοῦ ε, οὐκ ἂν λέγοι τι ἄδεκτον. [Δηλοῖ δέ ποτε τὸ ἴσαν καὶ γνῶσίν τινα ὡς ἐν τῷ «τάδ' οὐκ ἴσαν ὡς ἐτέτυκτο».] Τὸ δέ, «ἕκαστοι» ταὐτόν ἐστι τῷ οἱ καθέκαστα, οὓς φθάσας πληθὺν ἔφη ὁ ποιητὴς ἄλλην οὖσαν παρὰ τοὺς ἡγεμόνας. διὸ λέγει «ἅμ' ἡγεμόνεσσιν ἕκαστοι», ἤγουν ἡ πληθὺς μετὰ τῶν ἡγεμόνων, κατ' ἐξοχὴν ἰδίᾳ ἐκφωνήσας τοὺς ἡγεμόνας. Οὐκ ἔστι δὲ ἐναντία τὸ ἐκοσμήθησαν καὶ τὸ «κλαγγῇ ἐπορεύοντο». ἡ μὲν γὰρ ἄθροισις καὶ ἡ στάσις καὶ ἡ τῶν φύλων διάκρισις καὶ τοῖς Τρωσὶν εὐκόσμως εἶχεν, ἡ δὲ κίνησις οὐκ ἀθορύβως ἐγίνετο. Ἰστέον δέ, ὅτι φιλοσόφως ἰδίᾳ μὲν τέθειται τὸ ἡγεμόνεσσι κατ' ἐξοχήν τινα, ἰδίᾳ δὲ τὸ ἕκαστοι. οἱ μὲν γὰρ ἡγεμόνες ὡς θεῖοι καὶ θεοειδεῖς τῇ μονάδι καὶ τῷ ἑνὶ ἐγγίζουσιν, ἡ δὲ πληθὺς ἑκὰς ἤτοι πόρρω τοῦ τοιούτου καλοῦ εἰσιν, ὡς καὶ ἡ ἐτυμολογία δηλοῖ. Ἀπὸ γὰρ τοῦ ῥηθέντος ἑκάς πρῶτα μέν, [ὡς καὶ προδεδήλω-