Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.586
Not analysed yet
ται σαφῶς,] γίνεται τὸ ἑκάτερος, ἐπὶ δύο τινῶν λεγόμενον, ὅπερ ὡς οἷα τολμῆσαν διάστασιν ἐκ δυασμοῦ ἕκαθεν τῆς μονάδος ἐστί. ἐξέστη γὰρ καὶ οἷον ἀποκεχώρηκε τοῦ μοναδικοῦ τὸ δυαδικόν. καὶ οὕτω μὲν τὸ ἑκάτερος ἑκάς ἐστί πως τῆς μονάδος δυάδα δηλοῦν κατά τινα τύπον συγκριτικόν, τὸ δὲ ἕκαστος ὡς οἷά τι ὑπερθετικὸν ἐσχημάτισται, τεθὲν μὲν ἐπὶ τριάδος πυθμενικῶς, λεγόμενον δὲ καὶ ἐπὶ τῶν ἑξῆς ἁπάντων ἀριθμῶν. καὶ ἔστι τρόπον τινὰ τὸ ἕκαστος ἀντὶ τοῦ πορρώτατος, ὡς λέγεσθαι τὸ ἑκάτερος καὶ ἕκαστος πρός τινα ὁμοιότητα τοῦ ἑκαστέρω καὶ ἑκαστάτω, ἤτοι πορρωτέρω καὶ πορρωτάτω. ἕκαστοι οὖν ἡ πληθύς, ὡς εἴρηται, ἡ μακρὰν καὶ τῆς μονάδος ναὶ μὴν καὶ τῆς δυάδος, ἥτις οὐδ' αὐτή ἐστι πληθύς. (v. 2 s.) Ὅτι ἀκύρως νῦν τὴν κλαγγὴν ἐπὶ ἀνθρώπων εἰπὼν παρεμυθήσατο τὴν τόλμαν τῇ τῶν γεράνων παραβολῇ. εἰ γὰρ ἐκείναις ἐοίκασι τὴν κραυγήν, ἄρα καὶ κλάζουσι. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων λέξεων ποιήσει ἐν τοῖς ἑξῆς, ὡς γνωσόμεθα, τουτέστι τὰς τολμηρὰς λέξεις θεραπεύσει παραβολαῖς, ὡς κατὰ τόπους δηλωθήσεται. ἢ καὶ ἑτέρως. ἐπεὶ ἡ προλαβοῦσα σύντομος παραβολή, τὸ «ὄρνιθες ὥς» ἀορίστως εἶχεν—ἄδηλον γὰρ ἦν περὶ ποίων ὀρνίθων λέγει διὰ τὸ γενικὴν λέξιν εἶναι τοὺς ὄρνις—διαρθροῖ ἐκείνην καὶ μονονουχὶ λέγει, ὅτι ὄρνιθας τὰς γεράνους εἰδικῶς ἐνταυθοῖ νοητέον. (v. 3—7) Οὕτω γὰρ οἱ Τρῶες ἐχρῶντο κραυγῇ, καθά, φησί, «κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό, αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον», ὅ ἐστι πάμπολυν, «ὄμβρον, κλαγγῇ ταί γε πέτονται ἐπ' Ὠκεανοῖο ῥοάων ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι· ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται». καὶ ἄλλως δὲ τὴν ῥηθεῖσαν παραβολήν, τὸ «ὄρνιθες ὥς», σύντομον οὖσαν καὶ ἀσαφῆ, οὐ μόνον, ὡς εἴρηται, διὰ τὸ γενικὸν τῆς φωνῆς καὶ ἀόριστον, ἀλλὰ καὶ διὰ τὸ ἄδηλον τοῦ τόπου, περὶ ὃν ἡ κλαγγή, διασαφεῖ ὁ ποιητὴς ἐν στίχῳ ἑνὶ διὰ τοῦ ὡρισμένου εἴδους τοῦ τῶν κλαγκτικῶν γεράνων καὶ τῆς προσθήκης τοῦ τόπου, εἰπών· καθὰ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό. τὰ δὲ ἑξῆς ἱστορικῶς κεῖνται κατὰ ἰδίαν ἐκφώνησιν, ὅπερ ἀλλαχοῦ Ὅμηρος οὐ ῥᾳδίως εὕρηται ποιῶν. ἃ γὰρ παρενείρει ταῖς παραβολαῖς, οὐκ ἀπαρτᾷ ἰδίᾳ, παρεμπλέκει δὲ ἐκεῖνα καὶ ἐπεμβλητικῶς πρὸ τῆς ἀποδόσεως τίθησιν. ἔστι δὲ ἀναπόδοτος ἡ τῶν γεράνων παραβολὴ αὕτη. οὐ γὰρ ἐπάγει πρὸς τὸ «ἠΰτε κλαγγὴ γεράνων πέλει» τὸ οὕτω καὶ οἱ Τρῶες ἔκλαζον. τοῦτο δὲ καὶ ἀλλαχοῦ πολλαχοῦ ποιεῖ καὶ ἔστι συντομίας ἡ μέθοδος. Σημείωσαι δέ, ὅπως καὶ ἐπὶ τῆς Ἑλληνικῆς τάξεως πρὸ ταύτης τῆς ῥαψῳδίας παραβολῇ οὐ μόνον ἀπὸ γεράνων ἀλλὰ καὶ ἄλλων ὀρνίθων κλαζόντων χρησάμενος ἐπ' ἐκείνων μὲν οὐδὲν εἶπε φορτικόν, ἐπὶ δὲ Τρώων